# In Platonis Timaeum Commentaria 2.135.2

Proclus, In Platonis Timaeum Commentaria, 2.135.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.135.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.135.2

Δεύτερον ἦν τὸ διελέσθαι τὴν ὅλην ψυχογονίαν κατὰ τρόπον. τοῦτο οὖν μετὰ ταῦτα ποιῶμεν, ἀπὸ τῶν πραγμάτων πάλιν τὴν ἀρχὴν λαβόντες. ἔστι τοίνυν ἐν ἑκάστῃ φύσει τὸ μὲν οὐσία, τὸ δὲ δύναμις, τὸ δὲ ἐνέργεια· καὶ γὰρ τοῦ πυρὸς ἄλλη μὲν ἡ οὐσία, καθ’ ἣν τῷ πυρὶ τὸ εἶναι πυρὶ πρόσestin, ἄλλη δὲ ἡ δύναμις, ἄλλη δὲ ἡ ἐνέργεια· καὶ γὰρ τὰ μὲν ξηραίνει, τὰ δὲ θερμαίνει, τὰ δὲ ἄλλως πως μεταβάλλει, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. δεῖ δὴ οὖν καὶ τῆς ψυχῆς ἄλλην μὲν εἶναι τὴν οὐσίαν, ἄλλην δὲ τὴν δύναμιν, ἄλλην δὲ τὴν ἐνέργειαν, καὶ τὸν πᾶσαν αὐτὴν ἐλεῖν καὶ θεωρῆσαι βουλόμενον χρη περὶ ἀπάντων εἰπεῖν. ἔσται B ἄρα καὶ τῆς ψυχογονίας τρία πρῶτα κεφάλαια, τὸ μὲν περὶ οὐσίας αὐτῆς, τὸ δὲ περὶ δυνάμεως, τὸ δὲ περὶ ἐνεργείας· αὕτη γὰρ τελεία τῶν προκειμένων ἐπίσκεψις. ἀλλὰ τὴν οὐσίαν τὴν ψυχικὴν τριφυῆ τινὰ ὁρῶμεν· ἄλλη γὰρ ἐστιν αὕτη ἡ ὑπαρξις αὐτῆς καὶ ἄλλη ἡ ἁρμονία ἡ ἐν αὐτῇ, καθ’ ἣν τὸ οὐσιώδες αὐτῆς συνέχεται πλήθος, οὔτε μιᾶς οὐσης οὐσίας, ὡς ὁ νοῦς, οὔτε εἰς ἄπειρα διαιρουμένης, ὡς τὸ σῶμα μετ’ αὐτήν, ἀλλ’ εἰς πλείω μὲν ἑνὸς οὐσιώδη μέρη, ἐξ ὧν ἐστι, πεπερασμένα δὲ κατ’ ἀριθμόν, ὧν πλείω εἶναι μέρη ψυχῆς ἀδύνατον μηκέτι διαιρετῶν ὄντων εἰς ἄλλα τῶν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
