# In Platonis Timaeum Commentaria 2.138.1

Proclus, In Platonis Timaeum Commentaria, 2.138.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.138.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.138.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35 A] ταῦτα· τὸ ὄντως ὄν, τὸ αἰώνιον, τὸ ἀμέριστον, τὸ ἀκίνητον, τὸ ὁλοτελές, τὸ τέλειον, τὸ ὑπερπλήρες τοῦ εἶναι, τὸ τῆς ζωῆς ἄτροπον καὶ ἄφρετον, τὸ πάντων κινητικόν, ἡ ὁμοιότης, τὸ πᾶσι παρεῖναι πάντων ἐξηρημένον· ταῦτα γὰρ πάντα κατὰ 179 τὰς τοῦ ὄντος προόδους ἐν τοῖς νοητοῖς ἀναφαίνεται. τῶν δὲ αὐ αἰσθητῶν ἕτερα ἕττα ἰδιώματα τοιαῦτα θετέον· τὸ οὐκ ὄντως οὐκ ὄν, τὸ ἐγχρόνον κατὰ τὴν οὐσίαν, τὸ μεριστόν, τὸ κινητόν, τὸ μερικόν, τὸ ἄλλου προσδεές, τὸ ἀεὶ πληρούμενον τῆς ὑποστάσεως, τὸ κατὰ μέθεξιν ζῆν, τὸ ἐτεροκίνητον, ἢ ἀνομοιότης, τὸ κατὰ τόπον διαλαμβάνεσθαι τοῖς μορίοις. μέσα δὲ τούτων ἐστὶν ἀντιτεταγμένων ἀλλήλοις ὡς πρώτων ἐσχάτοις, δι’ ὧν χρὴ πάντως γίνεσθαι τὴν πρόοδον ἀπὸ τῶν πρώτων εἰς τὰ ἔσχατα· τὰ γὰρ ὅμοια τοῖς παράγουσι πρὸ τῶν ἀνομοίων προείσιν ἀπ’ αὐτῶν, διότι ἡ ὁμοιότης πρὸς τοῦ ἑνὸς ἐστὶ καὶ πάντα ἐφίεται τοῦ ἑνὸς. μέσα δ’ οὖν τούτων ἐστὶ τῶν ἄκρων τὸ οὐκ ὄντως ὄν κρεῖττον μὲν ὄν τοῦ μὴ ὄντος, ὑφειμένου δὲ τοῦ ὄντως ὄντος, τὸ κατ’ οὐσίαν μὲν πῇ ὄν αἰώνιον, τὰς δὲ ἐνεργείας ἐν χρόνῳ ποιούμενον, τὸ ἀμέριστον μὲν κατὰ τὸ ἐν αὐτῷ θεióτατον, μεριζόμενον δὲ κατὰ τὴν παντοίαν τῶν λόγων πρόοδον, τὸ 20 Β αὐτὸ ἑαυτὸ κινοῦν, τῶν μὲν ἐτεροκινήτων δεσπότην, τῶν δὲ ἀκινήτων ὑφειμένον, τὸ μετὰ τῆς ὁλότητος καὶ τὸ μερικὸν ἐμφαίνον, κατὰ μὲν τὸ πάντας ἔχειν τοὺς λόγους ὅλον πῶς ὄν, κατὰ δὲ τὴν ὑφεςιν καὶ τὸν μερισμὸν καὶ τὴν μετάβασιν τῆς ἐνεργείας μερικὸν φαινόμενον, τὸ καὶ ἑαυτὸ τε- 25 λειοῦν καὶ ὑπὸ τῶν πρὸ αὐτοῦ τελειούμενον καὶ τελειότερον ὄν τῶν ὑπ’ ἄλλου μόνον τελειοῦσθαι πεφυκότων, τὸ ἑαυτὸ πληροῦν δυνάμεως καὶ ὑπ’ ἄλλων πληρούμενον, τὸ αὐτόζων καὶ ὑπ’ ἄλλων ζωὴν ὑποδεχόμενον, θεióτερον ὄν τῶν κατὰ μέθεξιν μόνον ζώντων, καταδεέστερον δὲ τῶν πρώτως ἔχον- 30 τῶν τὸ ζῆν, τὸ τῶν μὲν ἄλλων κινητικόν, ὑπὸ δὲ τῶν πρώ-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
