# In Platonis Timaeum Commentaria 2.140.1-2

Proclus, In Platonis Timaeum Commentaria, 2.140.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.140.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.140.1-2

καὶ τῶν ἀπλῶς γεννητῶν. τὸ δὲ μέσον αὐτῆς μὴ τοιοῦτον ὑπολάβης, οἷον συναγωγὸν τῶν ἄκρων, ἐξηρημένον τῶν συναγομένων· οὐ γὰρ ἔστι τῶν νοητῶν κρείττον, ἀλλὰ πέρας αὐτῶν. μηδ’ αὐ τοιοῦτον, οἷον ὑφειμένον ἀμφοτέρων· ὑπερἔχει γὰρ τῶν αἰσθητῶν ὑπ’ αὐτῆς κινουμένων. ἀλλ’ ἐπείπερ 5 ἔστι πέρας μὲν τῶν νοητῶν, ἀρχὴ δὲ τῶν αἰσθητῶν, τριοῦτον μὲν πέρας καὶ τοιαύτην ἀρχήν, οἷόν ἐστι τὸ ἐν τῇ γραμμῇ σημείον, οὐδαμῶς ῥητέον· οὐ γὰρ ἐστὶν ἐν αὐτοῖς τοῖς περατουμένοις, ὥσπερ ἐν ἀμφοτέροις τοῖς τμήμασι τὸ σημείον· ἄλλως δὲ τῶν νοητῶν πέρας, μετὰ τὴν ὑπόστασιν 10 E τὴν νοητὴν ἀναφαινομένην, καὶ ἄλλως ἀρχὴν τῶν αἰσθητῶν, ὡς ἐξηρημένην καὶ ὡς κινητικὴν αὐτῶν· οὕτω γὰρ ἡμῖν καὶ ἀναλογίαν τινὰ διασώσει, καὶ ἔσται ὡς τὰ ἑτεροκίνητα πρὸς τὰ αὐτοκίνητα, οὕτω τὰ αὐτοκίνητα πρὸς τὰ ἄκινητα, καὶ συνέξει τὸν τῶν ὄντων σύνδεσμον διὰ τῆς οἰκείας μεσό- 15 τητος ἀνελίπτουσα μὲν τὰς ἠνωμένας αἰτίας, συνάγουσα δὲ τὰς διαπεφορημένας τῶν αἰσθητῶν δυνάμεις, καὶ περιεχομένη μὲν ὑπὸ τῆς ἀκινήτου καὶ ἀεὶ κατὰ ταῦτὰ ἔχούσης οὐσίας, περιέχουσα δὲ τὴν ἑτεροκίνητον καὶ μεταβαλλομένην παντοίως γένεσιν, καὶ νοητὴ μὲν οὖσα ὡς πρὸς τὰ γεννητά, 20 γεννητὴ δὲ ὡς πρὸς τὰ νοητὰ καὶ οὕτως ἐν τῷ μέσῳ τὰ ἄκρα δεικνύουσα, μιμουμένη καὶ ταύτη τὴν αἰτίαν αὐτῆς, ἀμφιφάης καὶ ἀμφιπρόσωπος οὖσα, καὶ τοῦ μὲν παντὸς ἔχουσα τοὺς οἴακας, ὑποδεχομένη δὲ τοῖς ἑαυτῆς κόλποις τὰς ἀπὸ τῶν νοητῶν προόδους εἰς αὐτήν, καὶ 25 πληρουμένη μὲν ἀπὸ τῆς νοερᾶς ζωῆς, προϊεμένη δὲ καὶ αὐτὴ τοὺς ὄχετοὺς τῆς σωματοειδοῦς ζωῆς καὶ συνέχουσα F τὸ κέντρον τῆς προόδου τῶν ὄντων ἀπάντων ἐν ἑαυτῇ· εἰκῶς ἄρα καὶ ἀγέννητός ἐστι καὶ γεννητή. δέδεικται μὲν οὖν τοῦτο καὶ πρότερον [p. 124, 12ss] ἀπὸ τῆς διττῆς ἐν 30 αὐτῇ ζωῆς, τῆς τε οὐσιώδους ἐν αὐτῇ καὶ τῆς μεταβατικῆς, δεικνύσθω δὲ καὶ νῦν ἀπὸ τῆς ὁλότητος καὶ τῶν μερῶν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
