# In Platonis Timaeum Commentaria 2.140.1

Proclus, In Platonis Timaeum Commentaria, 2.140.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.140.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.140.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35A] καὶ τῶν ἀπλῶς γεννητῶν. τὸ δὲ μέσον αὐτῆς μὴ τοιοῦτον ὑπολάβης, οἷον συναγωγὸν τῶν ἄκρων, ἐξηρημένον τῶν συναγομένων· οὐ γὰρ ἔστι τῶν νοητῶν κρεῖττον, ἀλλὰ πέρας αὐτῶν. μηδ’ αὐ τοιοῦτον, οἷον ὕφειμένον ἀμφοτέρων· ὑπερἔχει γὰρ τῶν αἰσθητῶν ὑπ’ αὐτῆς κινουμένων. ἀλλ’ ἐπείπερ 5 ἔστι πέρας μὲν τῶν νοητῶν, ἀρχὴ δὲ τῶν αἰσθητῶν, τοιοῦτον μὲν πέρας καὶ τοιαύτην ἀρχήν, οἷον ἔστι τὸ ἐν τῇ γραμμῇ σημεῖον, οὐδαμῶς ἑτητόν· οὐ γὰρ ἔστιν ἐν αὐτοῖς τοῖς περατουμένοις, ὥσπερ ἐν ἀμφοτέροιν τοῖς τμήμασι τὸ σημεῖον· ἄλλως δὲ τῶν νοητῶν πέρας, μετὰ τὴν ὑπόστασιν 10 τὴν νοητὴν ἀναφαινομένην, καὶ ἄλλως ἀρχὴν τῶν αἰσθητῶν, ὡς ἐξηρημένην καὶ ὡς κινητικὴν αὐτῶν· οὕτω γὰρ ἡμῖν καὶ ἀναλογίαν τινὰ διασώζει, καὶ ἔσται ὡς τὰ ἑτεροκίνητα πρὸς τὰ αὐτοκίνητα, οὕτω τὰ αὐτοκίνητα πρὸς τὰ ἀκίνητα, καὶ συνέξει τὸν τῶν ὄντων σύνδεσμον διὰ τῆς οἰκείας μεσό- 15 τητος ἀνελίττουσα μὲν τὰς ἡνωμένας αἰτίας, συνάγουσα δὲ τὰς διαπεφορημένας τῶν αἰσθητῶν δυνάμεις, καὶ περιοχομένη μὲν ὑπὸ τῆς ἀκινήτου καὶ ἀεὶ κατὰ ταῦτὰ ἔχούσης οὐσίας, περιέχουσα δὲ τὴν ἑτεροκίνητον καὶ μεταβαλλομένην παντοίως γένεσιν, καὶ νοητῇ μὲν οὖσα ὡς πρὸς τὰ γεννητά, 20 γεννητῇ δὲ ὡς πρὸς τὰ νοητὰ καὶ οὕτως ἐν τῷ μέσῳ τὰ ἄκρα δεικνύουσα, μιμουμένη καὶ ταύτῃ τὴν αἰτίαν αὐτῆς, ἀμφιφάης καὶ ἀμφιπρόσωπος οὖσα, καὶ τοῦ μὲν παντὸς ἔχουσα τοὺς οἴακας, ὑποδεχομένη δὲ τοῖς ἑαυτῆς κόλποις τὰς ἀπὸ τῶν νοητῶν προόδους εἰς αὐτήν, καὶ 25 πληρουμένη μὲν ἀπὸ τῆς νοερᾶς ζωῆς, προϊομένη δὲ καὶ αὐτὴ τοὺς ὀχετοὺς τῆς σωματοειδοῦς ζωῆς καὶ συνεχούσα τὸ κέντρον τῆς προόδου τῶν ὄντων ἀπάντων ἐν ἑαυτῇ· εἰκότως ἄρα καὶ ἀγέννητός ἐστι καὶ γεννητή. δέδεικται μὲν οὖν τοῦτο καὶ πρότερον [p. 124, 12ss] ἀπὸ τῆς διττῆς ἐν 30 αὐτῇ ζωῆς, τῆς τε οὐσιώδους ἐν αὐτῇ καὶ τῆς μεταβατικῆς, δεικνύσθω δὲ καὶ νῦν ἀπὸ τῆς ὁλότητος καὶ τῶν μερῶν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
