# In Platonis Timaeum Commentaria 2.142.1

Proclus, In Platonis Timaeum Commentaria, 2.142.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.142.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.142.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35A] μέσον ἔν ἐστι τῶν συνδεομένων, οὕτω καὶ τὴν ψυχὴν μέσην δετέον τῶν ὄντων, συνδέουσαν ἄμα καὶ συνδεομένην, ὡς αὐτοκίνητον ὑπάρχουσαν. τούτων δὲ εἰρημένων ἀναγκαίων μὲν ἦν εἰπεῖν λοιπόν, ὅπως καὶ ἐκ ποίων γενῶν ὑπέστησε τὴν ψυχὴν ταύτην τὴν συνέχουσαν τὸν σύνδεσμον τῶν ὄν- C τῶν· ἀναγκαίωτερον δὲ πρῶτον περὶ αὐτῶν τῶν γενῶν εἰπεῖν, τίνα τέ ἐστι καὶ πόθεν πρόεισι καὶ πῶς· δεῖ γὰρ τὰ ὅλα πρὸ τῶν μερῶν γινώσκειν. τοῦτ’ οὖν ἐστι τὸ τῶν προκειμένων τέταρτον, καὶ λέγωμεν περὶ αὐτοῦ κατὰ τὸ δυνατόν. Ὅτι μὲν οὖν ὁ νοητὸς κόσμος τὰς αἰτίας περιέχει τῶν 10 δευτέρων, καὶ ὅτι πάντα ἐστὶν ἐκεῖ τὰ εἴδη νοητῶς ἢ νοερῶς ἢ ὅπως βούλει καλεῖν — ἐστι γὰρ ἀμφοτέρως — ἐν πολλοῖς ἀποδέδεικται λόγοις καὶ δειχθήσεται καὶ παρ’ αὐτοῦ διὰ τῶν ἐπομένων [p. 48Ess]. ἀλλὰ τῶν εἰδῶν αὐτῶν τὰ μὲν ἐστὶν ὀλικάτατα καὶ ἐπὶ πᾶν διατείνοντα, τὰ δὲ μερι- 15 κάτατα καὶ οἷον ἄτομα εἴδη, τὰ δὲ καὶ μεταξὺ τούτων, ἐπὶ πλεῖον διήκοντα καὶ οὐκ ἐπὶ πάντα, καθάπερ δὴ καὶ ὁ Ἐλεάτης Ξένων ἐν τῷ Σοφιστῇ [253CD] διεῖλεν· ἄνθρωπος μὲν γὰρ ἐκ τοῦ αὐτοανθρώπου καὶ ἵππος ἐκ τοῦ αὐτοίππου, τὸ δὲ ὅμοιον ἐν τε ἵπποις καὶ ἐν ἀνθρώποις ὡν 20 καὶ ἐν πολλοῖς ἄλλοις ἐκ τοῦ αὐτοομοίου, καὶ τὸ ἀνόμοιον ὁμοίως, ἑτερότης δὲ ἢ ταυτότης ἐν πᾶσιν οὕσα τοῖς οὖσιν ἐκ τῆς ἑτερότητος τῆς ἐκεί καὶ ταυτότητος· ὥστε τὰ μὲν ἐκ τῶν ἀτόμων εἰδῶν ἐστι, τὰ δὲ ἐκ τῶν μέσων, τὰ δὲ ἐκ τῶν D ὀλικωτάτων. ἐπεὶ καὶ τῶν ἐπιστημῶν τῶν ἐν ἡμῖν αἱ μὲν 25 πρὸς ἓν ἐπιστητὸν ὁρῶσιν, ὡς ἢ ἰατρικὴ πρὸς ὑγείαν, αἱ δὲ ἐπὶ πλεῖω διατείνουσιν, ὡς ἀριθμητικὴ καὶ πρὸς φιλοσοφίαν καὶ πρὸς πολιτείαν καὶ πρὸς τεκτονικὴν καὶ πρὸς ἄλλας πολλάς, καὶ οὐκ αὐτὴ μόνον, ἀλλὰ καὶ μετρικὴ καὶ στατικὴ· τούτων γὰρ δεῖσθαι φησιν αὐτὸς τὰς δημιουργικὰς τέχνας 30 ἢ πασῶν ἢ τινῶν καὶ ἄνευ τούτων μὴ ἔχειν τάκριβές. αἱ δὲ πρὸς πάσας τέχνας καὶ οὐ τὰς δημιουργικὰς μόνον, ἀλλὰ καὶ ὅσαι θεωρητικαί, συντελοῦσιν, ὥσπερ φησὶν ὁ ἐν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
