# In Platonis Timaeum Commentaria 2.145.1-2

Proclus, In Platonis Timaeum Commentaria, 2.145.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.145.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.145.1-2

καὶ νοητὰ κατὰ τὴν στάσιν, τὰ δὲ νοερὰ κατὰ τὴν κίνησιν, καὶ ψυχαὶ μὲν κατὰ τὸ ταυτόν, σώματα δὲ κατὰ τὸ ἕτερον· εἰ δὲ τὴν ζωὴν κίνησιν λέγοιμεν, τὴν δὲ νόησιν τὴν ἀμετάβλητον στάσιν, τὰ μὲν νοητὰ πάλιν χαρακτηρίζεται κατὰ τὸ 5 οὐσιώδες, τὰ δὲ νοητὰ καὶ νοερὰ ζωαὶ ὄντα κατὰ τὴν κίνησιν, τὰ δὲ νοερὰ ἐν νῷ οὐσιωμένα κατὰ τὴν στάσιν (καὶ γὰρ τοῖς ἐγκοσμίοις τὸ ἕστάναι παρὰ νοῦ), τὰ δὲ ψυχικὰ κατὰ τὸ ταυτόν, διότι τὸν σύνδεσμον κατέχει τῶν ἀμερῶν καὶ μεριστῶν, τὰ δὲ σωματικὰ κατὰ τὸ ἕτερον· ἐν γὰρ τού- 10 τοις μεριστοῖς οὐσι τὸ νεῖκος. πέντε δὴ ἦν ταῦτα ἀλλήλοις ἐξῆς, ὤν, ζωή, νοῦς, ψυχή, σῶμα, διότι καὶ τὰ γένη πέντε τὰ ὅλα πρὸ τῶν εἰδῶν. τοσαῦτα καὶ περὶ τῶν γενῶν καθόλου ῥητέον, προσθέντος τοσοῦτον μόνον, ὅτι τὰ αὐτὰ καὶ γένη καὶ στοιχεῖα καλοῦσι, γένη μὲν τὰ πρῶτα τῶν δευτέ- 15 ρων (αὐτὰ γὰρ ἀνελάττωτα μένοντα καὶ ἐξηρημένα τῶν μερικῶν ὑφίστησιν αὐτά), στοιχεῖα δὲ ἕκαστα ἑκάστων, ἐξ ὧν τὸ ὅλον· τὰ γὰρ ἐν τῷ δημιουργῷ γένη συμπληροῖ μὲν τὸ ὄν τὸ δημιουργικὸν καὶ ἔστιν αὐτοῦ στοιχεῖα, γένη δὲ ἔστι πάντων τῶν ἐν τοῖς νοῖς τοῖς ἀπ’ αὐτοῦ καὶ τῶν ἐν ψυχαῖς 20 καὶ τῶν ἐν σώματι γενῶν. Μετίωμεν οὖν ἐπὶ τὸ πέμπτον, εἰ βούλει, καὶ σκεψώμεθα, πῶς καὶ ἐν ταῖς ψυχαῖς τὰ γένη ταῦτα, καὶ διὰ τί αὐτὰ παρέλαβεν ὁ Πλάτων. ἐπειδή τοίνυν δέδεικται, ὅτι ἡ ψυχὴ μέση τῶν ὄντων καὶ τῶν οὐκ ὄντων ἐστὶ καὶ πάντα 25 γινώσκει τὰ ὄντα, τὰ τε νοητὰ καὶ τὰ αἰσθητά, εἴτε κατὰ τοὺς αὐτοὺς λόγους εἴτε κατὰ διαφόρους, ὥσπερ τινὲς εἴρηκασιν, ἀναγκαῖον ἦν τὴν οὐσίαν αὐτῆς ἐκ τῶν τοῦ ὄντος προεληλυθέναι γενῶν· εἰ γὰρ μὴ ἐκ τούτων, ἀλλ’ ἐξ ἄλλων τινῶν, οὐ πάντα γινώσκειν οἷα τε ἂν ἦν οὔδὲ πᾶσιν ἐπι- 30 βάλλειν. ὥσπερ οὖν ἄνθρωπον γινώσκει κατὰ τὸν ἐν αὐτῇ τοῦ ἀνθρώπου λόγον καὶ δαίμονα κατὰ τὸ τοῦ δαίμονος εἶδος, οὕτω καὶ τὸ ὄν αὐτὸ κατὰ τὴν τοῦ ὄντος ἐν αὐτῇ μετουσίαν *** καὶ ἑτερότητα κατὰ τὴν ἑτερότητα· ὥστε πάντα M P Q (th) 9 τῶν μεριστῶν P 11 ἐφεξῆς P 19 alterum τοῖς om Q 20 σώμασι b(th) 30 ἐπιγινώσκει P: γινώσκειν M 33 fort. <καὶ ταυτότητα κατὰ τὴν ταυτότητα>; cf. et identitatem secundum identitatem et alia omnia similiter th τὴν ἑτερότητος ci Kroll

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
