# In Platonis Timaeum Commentaria 2.147.1

Proclus, In Platonis Timaeum Commentaria, 2.147.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.147.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.147.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35 A] μεριστῶν, ταῦτα δὲ τῶν μεριστῶν· ἔγγιον γὰρ τὸ ἀμέριστον τοῦ ἑνός· διὰ γὰρ τὴν ἕνωσιν ἀμεριστόν ἐστιν. ἐπεὶ οὖν ἡ ψυχικὴ οὐσία μέση δέδεικται τῶν ὄντων, ἐκ τῶν μέσων εἰκότως ἐστὶ γενῶν τοῦ ὄντος, οὐσίας, ταυτοῦ, θάτερον· τὰς 5 γὰρ ἀπὸ τούτων δυνάμεις καὶ ἐν Φαίδρῳ [246 A] συνθεὶς καὶ ἡνίοχον καὶ ἵππους ἐπεκάλεσε, διότι τὸ εἶναι αὐτῆς ἀπ’ αὐτῶν ἀφορίζεται· στάσιν δὲ καὶ κίνησιν ἐν ταῖς ἐνεργείαις ταύτης θεωρήσομεν. ἐστὶ μὲν γὰρ καὶ ἐν τῇ οὐσίᾳ αὐτῆς ἡ στάσις καὶ ἡ κίνησις· ὑφίστασι γὰρ ἑαυτὴν καὶ 10 μένει καὶ πρόεισι καὶ αἰώνιος ἐστιν, ὅπου καὶ κρεῖσσον ταυτότητος καὶ ἑτερότητος ἐκείνων ἐκατέρα· μένει γὰρ ἐν τοῖς αἰτίοις κατὰ τὴν στάσιν καὶ πρόεισι κινουμένη, διὰ δὲ τὴν πρόοδον εἰς πλήθος ἠνωμένον διαχέρεται· ἀλλ’ ἐμφανέστερον ἐν ταῖς ἐνεργείαις αὐτῆς ὀφθήσονται. εἴποις δ’ ἂν, 15 ὅτι καὶ ἄλλως πρὸ ταυτότητος καὶ ἑτερότητος ὁ Τίμαιος ἐπὶ τῆς ψυχῆς τὴν κίνησιν καὶ στάσιν τὴν οὐσίαν ὑφιστάς παραλαμβάνει· εἰ γὰρ μέση ἐστὶν οὐ μόνον τῆς ἀμερίστου καὶ τῆς μεριστῆς οὐσίας, ἀλλὰ καὶ τῆς ἀεὶ κατὰ τὰ αὐτὰ ἔχουσης καὶ τῆς γιγνομένης, διὰ μὲν τὴν κατὰ τὰ αὐτὰ ἔχου- 20 σαν μετέχει ἤδη στάσεως κατὰ τὸ οὐσιώδες ἑαυτῆς, διὰ δὲ τὸ γίγνεσθαι κινήσεως. εἰ μὴ ἄρα καὶ διότι τῷ δημιουργῷ ταῦτα οἰκεῖα, τὸ ταυτὸ καὶ ἕτερον, προηγουμενὴν τούτων παραδέδωκε γένεσιν. τί δὴ οὖν χαρακτηριστικόν ἐστιν ἑκάστου τῶν μέσων γενῶν; ἢ ἐπειδήπερ ἡ οὐσία ἐκ πέρατος 25 καὶ ἀπειροῦ, ὅταν μὲν κρατῇ τὸ πέρας θάτερον, ποιεῖ τὴν ἀμέριστον οὐσίαν, ὅταν δὲ τὸ ἀπειρον, ποιεῖ τὴν μεριστήν, ὅταν δὲ ἐξισάσῃ, τὴν μέσην. καὶ πάλιν, ὅπόταν μὲν ἡ ταυτότης κρατῇ τῆς ἑτερότητος, ποιεῖ τὴν ἀμέριστον ταυτότητα καὶ ἑτερότητα, ὅπόταν δὲ ἡ ἑτερότης τῆς ταυτότητος, τὴν 30 μεριστήν, ὅπόταν δὲ ἐξισάσῃ, τὴν μέσην. καὶ ὅπόταν μὲν στάσις κινήσεως, τὴν ἀμέριστον, ὅταν δὲ κίνησις στάσεως, τὴν μεριστήν, ὅταν δὲ ἐξισάσῃ, τὴν μέσην. ἐπειδὴ δὲ καὶ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
