# In Platonis Timaeum Commentaria 2.150.2-2

Proclus, In Platonis Timaeum Commentaria, 2.150.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.150.2-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.150.2-2

Εἰ δὴ δεῖ προσεχέστερον ἀφορίσασθαι τὸ μεριστὸν καὶ ἀμέριστον, οὕτωσί ῥητέον· τὸ πᾶν τοῦτο συνέστησεν ὁ δημιουργὸς ζῷον ἔμψυχον ἐννοοῦν, κάλλιον ἡγησάμενος τοῦ μὲν ἀψύχου τὸ ἔμψυχον, τοῦ δὲ ἀνοήτου τὸ νοερόν. ἔστιν οὖν ἐν αὐτῷ ζωή σωματοειδής, καθ’ ἣν ζῷόν ἐστι· δεσμοῖς γὰρ ἔμψύχοις δεδὲν ζῷον ἐγένετο· ἀλλ’ οὐχ αὐτὴ ἡ ψυχὴ συνανακέκραται τῷ σώματι· τοῦτο γὰρ ἀπέγνωκε καὶ ὁ ἐν Φαίδρῳ Σωκράτης. ἔστι δὲ καὶ ψυχὴ θεία, καθ’ ἣν ἔμψυχον τὸ ὅλον, ἔχον μὲν συμφυᾶ ζώην, ἔχον δὲ καὶ χωριστήν. ἔστι γε μὴν καὶ νοῦς ἄυλος ἐν αὐτῷ καὶ θεῖος· δεῖ γὰρ τὸν νοῦν οὐσιώδη τοῦτον λέγειν, ἀλλὰ μὴ τὸν ὡς ἐξὼ τῆς ψυχῆς· ἐκεῖνον γὰρ οὐχ ὁ δημιουργὸς ὑφίστησιν, ἀλλ’ ἡ ψυχὴ κατὰ τὴν περὶ τὸ νοητὸν ἑαυτῆς χορείαν, ὡς φησιν ἐν τοῖς ὕστερον [37C] αὐτός. ὥστε τριπλῆν ζώην ἔχει τὸ πᾶν, τὴν σωματοειδῆ, τὴν ψυχικὴν, τὴν νοεράν. καὶ ἡ μὲν νοερὰ ἀμέριστός ἐστιν, ὡς αἰώνιος, ὡς ὁμοῦ πᾶν περιλαβοῦσα τὸ νοητόν, ὡς ἀκίνητος, ὡς ἡνωμένη κατ’ ἄκραν ὑπεροχὴν τῶν δευτέρων· ἡ δὲ σωματοειδὴς μεριστή, ὡς προιοῦσα περὶ τοὺς ὄγκους καὶ συνανακιρναμένη τῷ σώματι καὶ δύνουσα κατὰ τῶν ὑποκειμένων· μέση δὲ ἡ ψυχική, ταύτης μὲν ὑπερέχουσα τῷ χωριστῷ, τῷ περικαλύπτειν τὸν ὄγκον τοῦ σώματος ἐξωθεν, ὡς εἴρηται [34B] καὶ δηθήσεται [36E] διὰ τῶν ἐπομένων, τῷ πρὸς νοῦν ἀνα-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
