# In Platonis Timaeum Commentaria 2.151.1

Proclus, In Platonis Timaeum Commentaria, 2.151.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.151.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.151.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35 A] τεινεσθαι, τοῦ δὲ νοῦ πάλιν ἐλαττουμένη, ὡς ἐν χρόνῳ νοοῦσα, ὡς ἀνελίττουσα τὴν ἀμέρειαν τῆς νοερᾶς ζωῆς, ὡς ἐφωπομένη πως τοῦ σώματος. δηλοῖ δὲ καὶ ὁ Πλάτων ἐκ τούτων τῶν μέσων τὴν κοσμικὴν ψυχὴν ὑφιστάς, ἥτις τῶν 5 μὲν ἐφ’ ἑκάτερα αὐτῆς ἐστι μέση, πάσης δὲ νοερᾶς οὐσίας καὶ σωματικῆς οὐκέτι· οὐ γὰρ δὴ τῶν μερικῶν νόων καὶ τῶν ἐν τοῖς μέρεσι τοῦ παντὸς μεριζομένων εἴδων ἐστιν αὕτη μέση. καὶ ἐστι τοῦτο τῆς τοῦ παντὸς ψυχῆς ἴδιον, οὐ τὸ ἐξ ἀριθμῶν αὐτὴν εἶναι οὐδὲ τὸ ἐκ τῶνδε τῶν λόγων 10 οὐδὲ τὸ ἐκ τοσούδε κύκλων (πάντα γὰρ ταῦτα καὶ τὰ ἄλλα πάσης ἐστὶ κοινὰ ψυχῆς, θείας, δαιμονίας, ἀνθρωπίνης), ἀλλὰ τὸ μέσον εἶναι τῶνδε τῶν ἄκρων τὴν οὐσίαν αὐτῆς, τοῦ ἑνὸς κοσμικοῦ νοῦ καὶ τῆς ὅλης περὶ τοῖς σώμασι πᾶσι γιγνομένης μεριστῆς οὐσίας, καὶ τούτων οὐ καθόσον γνω- 15 στικὸς ὁ νοῦς ἢ ζωτικός, οὐδὲ καθόσον ἢ φύσις ζωὴ τῶν σωμάτων ἐστίν (οὐ γὰρ πω περὶ γνώσεως ὁ λόγος οὐδὲ ζωῶν), ἀλλὰ καθόσον οὐσία τινές, ἡ μὲν ἀμερής, ἡ δὲ με- C ριστὴ περὶ τοῖς σώμασι· διὰ γὰρ τοῦτο καὶ ἡμεῖς κατὰ τὴν ὑπαρξιν τῆς ψυχῆς ἄμφω λαβεῖν περιλουνεῖνκαμεν, τὸ τε 20 ὅν καὶ τὴν γένεσιν καὶ τὸ ἀμερὲς καὶ τὸ μεριστόν, χαίρειν ἀφέντες τὰς μεταβάσεις, τὰς ἐνεργείας, καὶ οὐκ ἐνεργείας ζητοῦντες ἰδεῖν ψυχῆς, ἀλλὰ οὐσίαν *** καὶ γιγνομένην. καὶ δῆλον ὅτι τὸ πέρας αὐτῆς τὸ οὐσιώδες πάντων ἐστὶ περάτων ἐνικώτερον τῶν ἐν ταῖς ἄλλαις πάσαις ψυχαῖς καὶ 25 τὸ ἄπειρον πάντων ἀπειρῶν περιληπτικώτερον· οὔτε γὰρ πᾶν πέρας ἴσον παντὶ πέρατι, τῶν μὲν ὁλικωτέρων ὄντων, τῶν δὲ μερικωτέρων, οὐδὲ πᾶσα ἀπειρία πάσῃ ἀπειρίᾳ ἴση· διότι μηδὲ πᾶσα δύναμις πάσῃ δυνάμει· ὥστ’ οὐδὲ πᾶσα οὐσία ἴση πάσῃ οὐσία, ἀλλ’ ἡ μὲν ὁλική, ἡ δὲ μερική. τῆς οὖν 30 τοῦ ὅλου ψυχῆς τὸ οὐσιώδες ὁλικώτερον πάσης ψυχικῆς οὐ-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
