# In Platonis Timaeum Commentaria 2.152.1-2

Proclus, In Platonis Timaeum Commentaria, 2.152.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.152.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.152.1-2

σίας, καὶ τὸ ἐν αὐτῇ πέρας πάντων περάτων ψυχικῶν, καὶ τὸ ἄπειρον ἀπειρῶν πάντων τῶν ἐν ψυχαῖς· καὶ γὰρ τὰ ἄκρα τούτων ἢ ἀπλῶς ἀμέριστος οὐσία καὶ ἢ ἀπλῶς μεριστὴ περὶ τοῖς σώμασιν οὐ τισίν, ἀλλὰ πᾶσιν, ὡς ἡ γε τοῦ D ἡλίου ψυχὴ μέση τινὸς οὐσίας ἀμεροῦς καὶ οὐ τῆς ἀμεροῦς ἀδιορίστως καὶ τινὸς μεριστῆς, ἀλλ’ οὐ πάσης τῆς περὶ τοῖς σώμασι. καὶ τοῦτο λαβὼν πρῶτον ὡς ἴδιον τῆς κοσμικῆς ψυχῆς συνείρει τὰ λοιπὰ ὡς ἐπὶ τοιαύτης ψυχῆς ὁ λόγος, τὸν ἀριθμόν, τὴν ἁρμονίαν, τὸ εἶδος. οὐκ ἄρα πᾶσαν τὴν νοερὰν οὐσίαν ἀμέριστον ὀφτέον νῦν, ἀλλὰ μόνην τὴν τοῦ κοσμικοῦ νοῦ, καὶ ἐπὶ τῆς ἡλίου ψυχῆς τοῦ ἡλιακοῦ, καὶ ἐπὶ σελήνης ὁμοίως καὶ ἐπὶ πάντων· ἐκάστη γὰρ μεσότης ἴδια ἔχει τὰ ἄκρα τὰ προσεχῆ καὶ τούτων ἔσται μέση, ἀλλ’ οὐχὶ πάντων τῶν πανταχοῦ ἄκρων. οὕτω δὲ καὶ οἱ δαίμονες οἱ τῶν ψυχῶν τῶν μερικῶν ἄνωτέρα τὸ μέσον ἔχουσι μεταξὺ τῶν οἰκείων νόων καὶ τῶν συμφυῶν αὐτοῖς σωμάτων. ὥστ’ εἰ περὶ τῶν ἄλλων τινὸς διετάττετο ψυχῶν, οὐκ ἂν εἴπε τῆς ἀμερίστου μέσην οὐσίας αὐτῆς τὴν οὐσίαν καὶ τῆς περὶ τοῖς σώμασι μεριστῆς, ἀλλ’ ἀμερίστου καὶ μεριστῆς, ἄλλης καὶ ἄλλης ἐπὶ τῶν μερικῶν· τὰ γὰρ ἄρθρα τὸ ὑπερέχον δηλοῖ καὶ τὸ ὀλικόν, ὡς αὐτὸς ἐν ἄλλοις διώρισεν, ἄλλο δηλοῦν εἰπών, ὅταν φῶμεν τὸ καλόν, καὶ ἄλλο, ὅταν E καλόν, καὶ τὸ μὲν τὸ ἐξηρημένον δηλοῦν, τὸ δὲ ἐν τι τῶν τοῖς ἄλλοις ὁμοταγῶν. καὶ εἰ βούλει τὰ τοῦ γενναίου Θεοδώρου παραλαμβάνειν ἐν τούτοις, ὁ μὲν νοῦς ἄσχετός ἐστιν, ἡ δὲ περὶ τὸ σῶμα ζωὴ ἐν σχέσει, μέση δὲ ἡ ψυχή, ἡμί-σχετός τις οὖσα. καὶ κατὰ τὸν μέγαν Ἰάμβλιχον ὁ μὲν ἐξηρημένος, ἡ δὲ συντεταγμένη τοῖς ὀγκοῖς, ἡ δὲ ἐξηρημένη τε ἄμα καὶ συντεταγμένη. πᾶς μὲν δὴ νοῦς ἀμέριστος, ὡς μίαν ἔχων οὐσίαν, <μίαν> ταυτότητα, ἑτερότητα μίαν, ἐξ ὧν ἐστιν ὅλος, πᾶσα δὲ ψυχὴ μεριστή, διότι τὸ ἐκάστης κρᾶμα τὸ ἐκ τῶν ἐν αὐτῇ στοιχείων εἰς πολλὰ διήρηται

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
