# In Platonis Timaeum Commentaria 2.154.1

Proclus, In Platonis Timaeum Commentaria, 2.154.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.154.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.154.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35 A] καὶ οὐκ ἀεὶ νοοῦσι. πασῶν δὲ τῶν ἐν μέσῳ ψυχῶν καὶ σῶμά ἐστιν ἐξημμένον, διὸ καὶ ἐγκόσμιό εἰσι, πλεονάσασαι τῇ συναρτήσει τοῦ σώματος τῶν ὑπερκοσμίων, καὶ νοῦς ἐστιν ἴδιος, εἰς ὃν ἀνήρτηται, διὸ καὶ ἀεὶ ἐν τῷ νοητῷ B εἰσι· τὸ γὰρ ἀκίνητον ἀΐδιον ἐνεργείας ἐστὶ ποιητικόν. ἀνάπαλιν οὖν τῶν ἄκρων ἔχουσῶν, τῶν ὑπερκοσμίων ψυχῶν καὶ τῶν ἀνθρωπίνων, καὶ τῶν μὲν κατὰ τὸ μεριστὸν ἐλλειπουσῶν, τῶν δὲ κατὰ τὸ ἀμέριστον, ὡς ἂν δόξειεν, ἡμεῖς ἐροῦμεν τῶν μὲν ὑπερκοσμίων εἶναι τὸ μεριστὸν οὐ τὸ περὶ τοῖς σώμασι μεριζόμενον, ἀλλὰ τὸ περὶ αὐταῖς ταῖς ψυχαῖς ταῖς ἐγκοσμίους· τούτων γὰρ ὑπερέχουσι προσεχῶς, ὡς αὐταὶ τῆς περὶ τοῖς σώμασι γιγνομένης μεριστῆς οὐσίας· διὸ καὶ μέσαι νόων εἰσὶ καὶ τῶν ἐγκοσμίων ψυχῶν, τῶν μὲν ἔχουσαι τὸ πρὸς σώματα ἀμιγές, τῶν δὲ τὸ μεταβατικὸν ἐν ταῖς νοήσεσι. τῶν δὲ ἀνθρωπίνων ψυχῶν εἶναι τὸ ἀμέριστον, ὅσον ἐστὶ τοιούτων ἐν ταῖς ὑπὲρ αὐτὰς ψυχαῖς, ὧν ἀεὶ νοουσῶν ἐξήρτηται καὶ μετέχουσι ποτε καθόσον δύνανται· διὰ γὰρ τούτων μέσων καὶ τοῖς ὑπὲρ ἐκεῖνα συνάπτονται νοῦς καὶ γίνονται νοεραὶ δι’ ἐκείνων μέσων. τούτων δὲ ἄκρων οὐσῶν, ὡς εἴπομεν, αἱ μέσαι πᾶσαι τὸ ἀμέριστον ἔχουσι καὶ τὸ μεριστὸν ἴδιον, εἴτε θείαν ἔχοιεν τάξιν εἴτε δαιμονίαν δαιμόνων λογικῶν. καὶ πρὸ τούτων ἢ τοῦ παντός, τὸν ὅλον C ἐγκόσμιον νοῦν ἀμέριστον οὐσίαν ἔχουσα καὶ πᾶσαν τὴν περὶ τοῖς σώμασι γιγνομένην μεριστὴν οὐσίαν, τούτων οὖσα μέση. καὶ ταῦτά φαμεν πρὸς πάντα βλέποντες τὰ πρόοθεν, δι’ ὧν ταῦτα δεδείχαμεν, ἀπ’ αὐτῶν εἰλημμένα τῶν Πλάτωνος δημάτων καὶ οὐκ ἐξ ἡμετέρων ἐπαινοῶν. ἐπεὶ τοῖς γε ἀπὸ τῶν λόγων ὡρμημένοις καὶ ἐκεῖναι αἱ ψυχαὶ σώμασιν ἐποχεῖσθαι δηθήσονται ὑπερκοσμίοις τισίν, αἰθερίοις καὶ ἐμπυρίοις. ἢ πῶς τὰ σώματα κινεῖται ἐκεῖνα μὴ ψυχῶν κινουσῶν αὐτὰ θειοτέρων ἢ κατὰ τὰς ἐγκοσμίους ψυχάς; εἰ δὲ ταῦτα κρατολή, τάχα καὶ τὰς μερικὰς ψυχὰς δώσει τις

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
