# In Platonis Timaeum Commentaria 2.159.1-2-28

Proclus, In Platonis Timaeum Commentaria, 2.159.1 to 2.159.28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.159.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.159.1-2

κοῦ νοῦ, παρ’ ᾧ τὰ τε ἀμέριστα καὶ τὰ μεριστὰ ἦν παρα- δειγματικῶς καὶ κατ’ αἰτίαν. ἀλλ’ ἐπεὶ καὶ ὁ νοῦς καθ’ ὅλον προῆλθεν ἐκείνων, τὸ ἐν μέσῳ τὴν ἰδιότητα τῆς ψυ- χικῆς ὑποστάσεως ἐδήλωσεν. αὐτὸ δὲ τὸ συνεκεράσατο πῶς οὐχὶ προσῆκον τῇ οὐσίᾳ τῆς ψυχῆς; οὐ μόνον διότι καθ’ ἕνωσιν τὸ ἀμέριστον καὶ μεριστὸν ἐπ’ αὐτῆς καὶ κατὰ τὴν ὁμοίαν τοῖς κεκραμένοις δι’ ἀλλήλων χώρησιν, ἀλλ’ ὅτι καὶ τὸ τῆς ζωῆς ἴδιωμα πρόσφορόν ἐστι τῇ ψυχῇ, καὶ συνυφ- ίστησι τὴν ψυχὴν τῇ ζωογόνῳ θεᾷ, καὶ ἐν τῷ κρατῆρι τὰ γένη μιγνύς. ἔτι δὲ αὐτὸ τὸ ῥῆμα μεσότητος ὄν * * * δείκνυσιν, ὅτι καὶ ἡ ψυχὴ ἑαυτὴν συνυφίστησιν, ἀλλ’ οὐκ ἀπὸ τῆς δημιουργικῆς μόνον ἐνεργείας ὥσπερ τι πάθος ὑπομένει τὴν τῶν γενῶν ἐν ἀλλήλοις σύγκρασιν. τὸ γε μὴν τῆς οὐσίας εἶδος ἱκανῶς ἡμῖν ἐπιδείκνυται τὴν ἐν τοῖς αἰτίοις περι- οχὴν τῶν αἰτιατῶν· εἰ γὰρ ἡ μὲν ἐν τῷ δημιουργῷ οὐσία γένος ἐστίν, ἡ δὲ ἐν τῇ ψυχῇ εἶδος, περιεκτικὴ τῆς ἑτέρας ἐστὶν ἡ ἑτέρα (δηλοῦν δέ, ποτέρᾳ ποτέρας), γένος δὲ καλοῖτο ἂν ἐξηρημένη τε αὐτῆς καὶ γεννώσα αὐτὴν καὶ τῷ μὲν ἐξηρηθῆσθαι διαφέρουσα τῶν ἐν τοῖς εἴδεσι γενῶν τῶν κατα- τεταγμένων, τῷ δὲ γεννᾶν αὐτὴν ὑπερέχουσα τῶν ὑστερο- γενῶν· ἄγονα γὰρ ἐκεῖνα τῶν εἰδῶν. ἄλλον ἄρα τρόπον τὰ γένη ταῦτα καὶ τὰ εἴδη ληπτέα, γόνιμα, δυνάμεως πλήρη, περιεκτικὰ τῶν εἰδῶν τῶν ἀτόμων, ἐξηρημένην ἔχοντα φύσιν. ἔστιν οὖν γένος μὲν ἡ ἐν τῷ δημιουργῷ οὐσία, ταύτης δὲ εἶδος ἡ ἀμέριστος οὐσία, καὶ δεύτερον εἶδος ἡ μέση οὐσία τῆς ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριστῆς, καὶ τρίτον ἡ περὶ τὸ σῶμα μεριστή, καὶ ἔσχατον ἡ σωματοειδής· ἐν γὰρ τοῖς εἴδεσι τούτοις τὸ πρότερον καὶ ὕστερόν ἐστι, διότι τὰ γένη ποιητικὰ τῶν εἰδῶν ἐστι καὶ ὑποστατικὰ πρώτων καὶ μέσων καὶ τελευταίων εἰδῶν. καὶ ἡ μὲν νοερὰ πᾶσα

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
