# In Platonis Timaeum Commentaria 2.162.3

Proclus, In Platonis Timaeum Commentaria, 2.162.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.162.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.162.3

ε οἱ δὲ ἀνωτέρω χωροῦντες δύο νόας πρὸ αὐτῆς θέντες, τὸν μὲν τῶν ὅλων τὰς ἰδέας ἔχοντα, τὸν δὲ τῶν μερικῶν, τοῦτῶν εἶναι φασὶ μέσην, ὡς ἀπ’ ἀμφοῖν ὑφισταμένην· οὕτω γὰρ ὁ Ἀσιναῖος λέγει Θεόδωρος, εὐθὺς παρὰ τῷ Πορφυρίῳ τὴν δόξαν ὡς ἐκ Περσίδος ἤκουσαν· ταῦτα γοῦν Ἀντωνῖνον ἱστορήσαι τὸν Ἀμμωνίου μαθητήν. τούτων δὲ α πρὸς μὲν τοὺς πρώτους ῥητέον, ὅτι οὕτω τοῦ Πλάτωνος ἀριθμὸν ποιούντος τὴν ψυχὴν ἄτοπον ἀριθμοῦ ζητεῖν ἀρβ C χὰς ἐξ ὧν ἐστι. πρὸς δὲ τοὺς δευτέρους, ὅτι Πλάτων ἀσάματον εἶναι φησι τὴν ψυχὴν καὶ ἀπλοῦν πρὸς πᾶν σῶμα παραβαλλομένην, καὶ αὐτοκίνητον ἔχειν οὐσίαν, οὐδὲν δὲ γ διάστημα τοιούτων. πρὸς δὲ τοὺς τρίτους, ὅτι τὴν ἄλογον οὐ βούλεται πρεσβυτέραν εἶναι τῆς λογικῆς· οὐ γὰρ ἄρχεσθαι πρεσβύτερον ὑπὸ νεωτέρου, καθάπερ εἵπεν [34C], δ ὁ θεὸς ἡξίωσε. πρὸς δὲ τοὺς τετάρτους, ὅτι οὐ περὶ γνώσεώς ἐστι ψυχικῆς ὁ λόγος, ἀλλὰ περὶ οὐσίας· οὐκ ἔδει οὖν μέσην αὐτὴν φάναι τῶν γνωστικῶν δυνάμεων, τῆς νοερᾶς ε καὶ τῆς αἰσθητικῆς. πρὸς δὲ τοὺς πέμπτους, ὅτι πᾶς νοῦς ἀγέννητός ἐστι καὶ σωμάτων χωριστός, ὁ δὲ Πλάτων τὴν μεριστὴν οὐσίαν καὶ γιγνομένην εἵπεν, ἀντιδιελὼν πρὸς τὴν κατὰ τὰ αὐτὰ ἔχουσαν καὶ περὶ τοῖς σώμασι μεριστήν, χωρίσαν αὐτὴν τῆς ἔξω τῶν σωμάτων οὐσης καὶ ἀεὶ οὐσης. ἀλλ’ ἐπεὶ καὶ ταῦτα διαίτης ἡξιώται, τὰ ἐπόμενα σκοπώμεν. Τῆς τε ταύτου φύσεως αὐ περὶ καὶ τῆς ἑτέρου

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
