# In Platonis Timaeum Commentaria 2.163.3

Proclus, In Platonis Timaeum Commentaria, 2.163.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.163.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.163.3

Πρωτίστην ἔχει τάξιν, ὥσπερ εἴπομεν, ἐν τοῖς γένεσιν ἡ οὐσία, διότι οἷον ἔστία τοῦ ὄντος ἐστὶ· δευτέραν δ’ οὖν ἡ ταυτότης, τρίτην δὲ ἡ ἑτερότης. ἔνιοι μὲν γὰρ τῇ ἑτερότητι τὰ πρεσβεῖα δεδώκασιν, ὁ δὲ Πλάτων καὶ ἐν τοῖς ἐμπροσθεν [33 B] τὸ ὅμοιον ἀπεφαινετο διαφρηδὴν τοῦ ἀνομοίου κρείττον, καὶ νῦν τὴν ταυτότητα μετὰ τὴν οὐσίαν παραλαβὼν ἀντίκρυς αὐτὴν προτίθησι τῆς ἑτερότητος. ὥσπερ δὲ τὴν μέσην οὐσίαν ὑφείσθαι μὲν τῆς νοερᾶς οὐσίας ἐλέγομεν, ὑπερῆχειν δὲ τῆς περὶ τὸ σῶμα μεριστῆς, οὕτω καὶ τὴν ταυτότητα τῆς ψυχῆς ἡλαττώσθαι μὲν τῆς ἀμεροῦς ταυτότητος φήσομεν, ἡνωσθαι δὲ μᾶλλον τῆς μεριστῆς, καὶ ἐπὶ τῆς ἑτερότητος ὁμοίως. ἐν μὲν οὖν τῇ τοῦ νοῦ οὐσίᾳ ἡ ταυτότης μία οὖσα ἑαυτὴν τε συνάγει καὶ τὴν ἑτερότητα τὴν οὐσιώδη πρὸς τὴν οὐσίαν τὴν ἐκεῖ μίαν οὖσαν, καὶ ἡ ἑτερότης μία οὖσα καὶ ἑαυτὴν διακρίνει καὶκείνας ἀπ’ ἀλλήλων· ἐν δὲ ψυχῇ ἑκατέρα τὰς τε ἑτερότητας πολλάς οὖσας ἐν ταῖς πολλαῖς μοῖραις συνάγει καὶ τὰς ταυτότητας διστήσιν. οἶδα μὲν οὖν, ὅτι τῶν Πλατωνικῶν τινες τὴν ταυτότητα μὲν ἐν τοῖς ἀμερίστοις ἔταττον, τὴν δὲ ἑτερότητα ἐν τοῖς μεριστοῖς, καὶ ἐξ ἀμφοτέρων οὕτως ἐποίουν τὴν ψυχήν, ὡς ἐν ταύτῃ καὶ ταυτότητος καὶ ἑτερότητος οὖσης. ἀλλ’ αὐτοῦ τοῦ Πλάτωνος ἀκούων λέγοντος, ὅτι καὶ ἐπὶ τούτων τὸ μέσον ἀποδέδωκε τῇ ψυχῇ τοῦ τε ἀμεροῦς αὐτῶν καὶ τοῦ μεριστοῦ, καὶ δὴ καὶ τοῦτο εἰδώς, ὅτι γένη ταῦτα τοῦ ὄντος ἐστὶ καὶ δεῖ πανταχοῦ εἶναι ταῦτα καθ’ ἑκάστην τάξιν οἰκείως, ἐν ἀμερίστοις, ἐν μεριστοῖς καὶ τοῖς τούτων μέσοις, καὶ πάλιν ἐν νοεροῖς, ἐν ψυχαῖς, ἐν φύσεσιν, ἐν τοῖς σωματικοῖς ὀγκοῖς, αἰσχυνοίμην ἂν οὕτω διαιρῶν τὰ γένη ταῦτα

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
