# In Platonis Timaeum Commentaria 2.164.1-2

Proclus, In Platonis Timaeum Commentaria, 2.164.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.164.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.164.1-2

καὶ τὸ μὲν ὡδί, τὸ δὲ ὡδὶ τιθέμενος. εἰ μὲν γὰρ τοῦτο λέγοιεν, ὅτι ταυτότης μὲν ἐν τοῖς νοητοῖς καὶ ἀμερίστοις κρατεῖ, ἑτερότης δὲ ἐν τοῖς αἰσθητοῖς καὶ μεριστοῖς, ὀρθῶς λέγουσιν· εἰ δ’, ὅτι τὰ ἀμέριστα χωρὶς ἑτερότητός ἐστιν, οὔδὲ ταυτότητα αὐτοῖς διδόναι δυνήσονται· διαφέρει γὰρ τοῦ ταυτοῦ τὸ ἕν· ἢ ὅτι τὰ μεριστὰ χωρὶς ταυτότητος, ἀναιροῦσιν αὐτῶν καὶ τὴν οὐσίαν· εἰ γὰρ εἴη ἐν πᾶσιν ἡ οὐσία, ἔστι ταὐτὸν ἐν πᾶσι. θῶμεν οὖν ἐπόμενοι τοῖς πράγμασι γένος μὲν τῆς ταυτότητος τὸ δημιουργικόν, εἶδος δὲ ταυτό-τητος τὸ τε ἀμέριστον καὶ μεριστὸν καὶ τὸ μέσον ἀμφοῖν, F καὶ πάλιν γένος μὲν θάτερου τὸ δημιουργικόν, εἴδη δὲ τὸ ἀμέριστον, τὸ μεριστόν, τὸ μέσον, καὶ θέντες οὕτως ἀποδῶμεν τῇ ψυχῇ τὰ μέσα καὶ μετὰ τοῦ μέσου τῆς οὐσίας εἴδους συμπλέξωμεν, ἵνα δὴ τὸ εἶναι τῆς ψυχῆς ἀποτελέσωμεν· οὕτω γάρ, οἶμαι, θεωρήσαντες καὶ τὴν τοῦ Πλάτωνος λέξιν ἐφαρμόξειν δυνήσομεθα τοῖς πράγμασι· λέγει γάρ, ὅτι καθάπερ ἐπὶ τῆς οὐσίας καὶ ἐπὶ τῆς ταυτοῦ φύσεως καὶ τῆς θάτερου τρίτον ἐξ ἀμφοῖν συνεκεράσατο καὶ κατὰ ταῦτα, <καὶ> καθάπερ ἐκεῖ τὸ ἐξ ἀμφοῖν οὐσίας εἶδος ἦν, οὕτω <pg>188</pg> καὶ ἐν τούτοις ταυτοῦ καὶ θάτερου τὸ μέσον εἶδός ἐστι· δυνατόν γάρ ἦν μὴ ὡς εἶδος εἶναι μέσον, ἀλλ’ ὡς ὅλον ἐκ τῶν ἄκρων συγκεῖμενον, ὡς τὸ ζῷον ἐκ ψυχῆς καὶ σώματος. ἵν’ οὖν μὴ τοῦτο λάθῃς ὑπονοήσας, τὸ καὶ κατὰ ταῦτα προσέθηκεν, ἵνα καὶ ἐνταῦθα τὸ ἐξ ἀμφοῖν εἶδος ἢ καὶ μὴ ὅλον. Καὶ τρία λαβὼν αὐτὰ ὄντα συνεκεράσατο εἰς μίαν πάντα ἰδέαν [35 A]. Ὅτι τὰ δημιουργικὰ γένη τοῖς δευτέροις καὶ τρίτοις εἴ-δεσιν αἰτία τῆς ὑποστάσεώς ἐστιν, αὐτὸς ἱκανῶς, οἶμαι, δε-δήλωκεν εἰπών· καὶ τρία λαβὼν αὐτὰ ὄντα· ποῦ γὰρ ὄντα; ἢ δῆλον, ὅτι ἐν αὐτῷ· λαβὼν γὰρ ἔχει καὶ αὐτός. ἔλαβε δὲ παρὰ τῶν ὑπερετέρων αἰτίων· ἐπειδή γὰρ καὶ ἡ ταυτότης ἐκ πέρας καὶ ἀπείρου, περατοειδὴς οὖσα μᾶλλον,

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
