# In Platonis Timaeum Commentaria 2.168.1-2

Proclus, In Platonis Timaeum Commentaria, 2.168.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.168.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.168.1-2

τοῦ πέρατος, ἡ δὲ ἑτερότης τῆς ἀπειρίας, ὥσπερ καὶ ταυτότητος μὲν ἡ ὁμοιότης καὶ ἡ ἰσότης, ἑτερότητος δὲ ἡ ἀνομοιότης καὶ ἀνισότης. διόπερ Πλάτων ἐν μὲν Φιλίβῳ [16 C. 23 C] τὸ πέρας καὶ τὸ ἄπειρον ἀπὸ θεοῦ παρήγεν (ἔστι γὰρ ἐκεῖνα θεῖα γένη), ἐν δὲ τῷ Σοφιστῇ [254s] γένη τοῦ ὄντος ὀνομάζει τὸ ταυτὸν καὶ ἕατερον, καὶ ἐκεῖνα μὲν περὶ τὸ ἕν, ταῦτα δὲ περὶ τὴν οὐσίαν ὑφίστησι. καὶ ὁρᾷς πάλιν, ὅσῳ τῶν φυσικῶν καὶ αὐτοῦ τοῦ Ἀριστοτέλους σμνότερος· οἱ μὲν γὰρ τὰς ἑαυτῶν ἀρχὰς ἐναντίας ποιοῦντες ὁργανικὰς καὶ ἔνυλους καὶ μεριστὰς ἐπολοῦν τὰς ἐναντιώσεις, καὶ οἱ γε σμνότατοι εἰς ὑπερβολὴν καὶ ἔλλειψιν ἀνῆγον τὰ ἐναντία, κακῶς τὴν ἀμερίαν ἐν ταῖς ἀρχαῖς παραλαμβάνοντες — θειότερον γὰρ τοῦ ἀμέτρου τὸ μέτριον — B ὁ δὲ Πλάτων εἰς ταυτότητα καὶ ἑτερότητα, δι’ ὧν πάσας περιλαμβάνει τὰς ἐναντιώσεις, τὰς ἐν ψυχῇ, τὰς ἐν φύσει, τὰς ἐν σώμασι, καὶ ταύτας ἐν τῷ δημιουργῷ τίθησιν, ἵνα καὶ δυνάμεις αὐταῖς δῷ γεννητικάς, κοσμουργοῦς, ἄυλους, ἐξῃρημένας, καὶ ἐκεῖ θέμενος αὐτὰς ὑφίστησι τὴν ψυχὴν ἀπ’ αὐτῶν, τὸ οἷον ὑποκείμενον αὐτῆς ἀπὸ τούτων παράγων καὶ τὸ ὅν αὐτῆς καθ’ ὅν, οὐχὶ τοιόνδε ὅν, ἵνα μιμήσηται τὸ πρῶτως ὅν· τὴν γὰρ ἁρμονίαν καὶ τὸ εἶδος καὶ τὰς δυνάμεις καὶ τὰς ἐνεργείας ὕστερον ἀποδώσει, τέλεον τὸν ὑπὲρ αὐτῆς λόγον ἀπεργαζόμενος· οὕτω γὰρ καὶ τὴν ἀξίαν αὐτῆς καὶ τὴν ἐν τῷ κόσμῳ τάξιν ἡγεμονικὴν οὖσαν θεωρήσομεν, εἰ κατίδοιμεν, ὅπως μὲν τοῖς ἐν αὐτῇ γένεσι συνέχει πάσας τὰς ἐγκοσμίους οὐσίας, ὅπως δὲ τῇ ἑαυτῆς ἁρμονία συναρμόζει τὸν ὅλον κόσμον, ὅπως δὲ τῷ ἑαυτῆς σχήματι πάντα τὰ εἴδη καὶ τὰ σχήματα περιέχει τὰ κοσμικά, τίνα δὲ τρόπον ταῖς ἐν αὐτῇ δυνάμεσι πάσας μὲν τὰς φυσικὰς δυνάμεις, πάσας δὲ τὰς λογικὰς ἢ τεχνικὰς τελειοῦν δύναται, πῶς δὲ ταῖς οἰκείαις ἐνεργείαις C τὰς ἐγκοσμίους ἀνεγείρει ποιήσεις. διὰ τί οὖν οὐκ εἶπε τὴν ψυχὴν μέσην νοῦ καὶ αἰσθήσεως; ὅτι, φήσω, νοῦς καὶ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
