# In Platonis Timaeum Commentaria 2.17.1-2-30

Proclus, In Platonis Timaeum Commentaria, 2.17.1 to 2.17.30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.17.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.17.1-2

ἐφ’ ἧς βεβήκαμεν, ὡς μάλιστα γῆν, δήλη τούτων ἡ ἐναν- τίωσις, τοῦ μὲν ὄντος ἀεικινήτου, τῆς δὲ ἀκινήτου, καὶ τοῦ μὲν ὁρατοῦ διαφερόντως, τῆς δὲ ἀπτῆς, καὶ τοῦ μὲν λεπτο- τάτου διὰ τὸ φῶς, τῆς δὲ παχυτάτης διὰ τὸ σκοτώδες· εἰ δὲ καὶ τὰ πρῶτα στοιχεῖα τούτων σκοποῦμεν, αὐτὸ τὸ πῦρ ἢ πῦρ ἢ τὴν γῆν καθόσον γῆ, μικρὸν ὑστεροῦν αὐτοῖν τὰς ἀντιθέσεις ἐροῦμεν πάσας, ἵν’ ἄν καὶ τὴν ἀναλογίαν διεξίωμεν [152Css] τῶν τεττάρων. ὅτι δ’ οὖν τὸ ὁρα- τὸν πυρὸς ἴδιον καὶ τὸ ἅπτον τῆς γῆς ἐξαιρέτων, ἐκ τούτων λάβωμεν ἀληθέστατον ὄν. διὸ καὶ τῶν δαιμόνων, φησὶν ὁ Πορφύριος, οἱ μὲν ἐν τῇ συστάσει πλέον τὸ πύριον ἔχον- τες ὁρατοὶ ὄντες οὐδὲν ἔχουσιν ἀντιτύπως, οἱ δὲ καὶ γῆς μετειληφότες ὑποπίπτουσι τῇ ἀφῇ. ἠλέγχθησαν δέ, ὡς φησι, τοιοῦτοι ὄντες οἱ κατὰ τὴν Ἰταλίαν φαινόμενοι περὶ τοὺς Τούσκους οὐ μόνον τῷ σπερμαίνειν καὶ τῷ σκώληκας γεννᾶν ἐκ τοῦ σπέρματος, ἀλλὰ καὶ τῷ καίεσθαι καὶ τέφραν ἀπο- λείπειν· ἀφ’ οὗ δὴ καὶ αὐτοῦ δείκνυται πάντα μετέχοντα γῆς. ἀλλ’ οὐχ ἡ αὐτὴ τῆς γῆς φύσις πανταχοῦ καὶ ἐν πά- σαις ταῖς τοῦ κόσμου μερίσιν, ἀλλ’ ὅπου μὲν καθαρωτέρα καὶ ἀνυλοτέρα καὶ ἀβαρῆς — οὐ γὰρ τὸ βάρος ἴδιον γῆς, ἀλλὰ τὸ ἅπτον — ὅπου δὲ ἐνυλοτέρα καὶ βαρεῖα καὶ δυσκί- νητος, καὶ ὅπου μὲν τὴν στερεότητα μόνην ἐπιδεικνυμένη, ὅπου δὲ καὶ ἄλλας δυνάμεις γενεσιουργοὺς καὶ ἐνύλους προσλαμβάνουσα κατὰ τὸν αὐτὸν τῷ πυρὶ τρόπον. εἰ δὲ τούτων ὑφ’ ἡμῶν λεγομένων ὁ Ἀριστοτέλης ἀποροῖ, πῶς οὖν, εἰ πῦρ ἐστὶν ἐν οὐρανῷ, κύκλῳ κινεῖται καὶ οὐκ ἐπ’ εὐθείας, λεκτέον τὸν Πλωτίνειον λόγον πρὸς αὐτόν, ὅτι πᾶν σῶμα ἅπλοῦν ἐν τῷ οἰκείῳ τόπῳ ὅν ἀκίνητον μένει ἢ κύκλῳ κινεῖται, ἵνα μηδὲ ὡς ἀπολείπῃ τὸν οἰκεῖον τόπον· ἄλλως γὰρ κινούμενον ἢ οὐκέτι ἔσται ἐν τῷ ἑαυτοῦ τόπῳ, ἢ οὕτως ἐστὶν ἐν αὐτῷ. καὶ τὸ οὐράνιον οὖν πύριον ὑπ-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
