# In Platonis Timaeum Commentaria 2.172.1

Proclus, In Platonis Timaeum Commentaria, 2.172.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.172.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.172.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35 AB] πλήθη τὰ ἐν τῇ ψυχῇ δηλοῦσιν αἱ μοῖραι, διάκρισιν συνεισ-άγουσαι τῆς μιᾶς οὐσίας, αἱ δὲ συναγωγοὶ τῶν ἀρμονικῶν λόγων δυνάμεις τὰς κατ’ οὐσίαν αὐτῶν συνδέσεις. καὶ εἰ με δεῖ τοῦμόν φάναι, διὰ τούτων γίνεται δῆλον, ὅπως ἡ οὐσία τῆς ψυχῆς μέση τῆς τε ἀμεροῦς ἐστι καὶ τῆς με-ριστῆς· οὔτε γὰρ μία ἐστιν ὡς ἡ τοῦ νοῦ· μία γὰρ ἐν ἐκείνῳ οὐσία, μία ζωή, μία νόησις, καθόσον εἰς ἐστι νοῦς· οὔτε εἰς ἄπειρον διαιρετή, καθάπερ ἡ τῆς μεριστῆς περὶ τοῖς σώμασιν· ἄλλου γὰρ αὕτη οὐσία συνδαιρεῖται τοῖς τοῦ ἐν ὡς ἐστι πλήθεσιν, ἀπειρουμένη καὶ αὐτὴ μετ’ ἐκείνων·ἡ δὲ τῆς ψυχῆς οὐ μία μὲν διὰ τὰ πλήθη τῶν μερῶν, ὡρισμένη δὲ κατ’ ἀριθμόν· ἦν γὰρ ὑπέστησε μίαν μοῖραν ὁ θεός, μίαν δεῖ μένειν ἀδιαίρετον, καὶ τὸ ὅλον πλήθος τῶν μορίων ἐκ τοιαύτης ἀξάμενον τὴν ἀπειρίαν ἀναλυσθαι τῶν διαιρέσεων. ὥστε καὶ μία ἡ οὐσία τῆς ψυχῆς καὶ οὐμία μὲν, ἐν ὅροις δὲ ὑφεστῶσα κατ’ ἀριθμὸν ὡρισμένοις καὶ ἐστώσιν, ἵνα καὶ ταύτῃ δεικνύται ἀριθμὸς οὐσία ἡ ψυχή, τὴν οἷον ὁἷαν τῶν ἑαυτῆς μερῶν ἀδιαίρετον ἔχουσα καὶ ὄντως μίαν. εἰ δὲ ταῦτα ἀληθῆ, δῆλον ὅτι ὅσος ἂν ὁ ἀριθμὸς ληφθῇ τῶν μοιρῶν εἰς ταῦτόν συλλογιθεὶς, τοσοῦτονἔσται καὶ τῶν μονάδων τὸ πλήθος, ἐξ ὧν ἡ ψυχή· καὶ ἔσται ἑκάστη τῶν μονάδων οὔτε μαθηματική (ἀνοῦσιοι γὰρ αἱ τοιαῦται μονάδες) οὔτε φυσική (ἐν ὑποκειμένοις γὰρ αἱ τοι-αῦται μονάδες), ἀλλὰ οὐσία μὲν αὐτὴ καθ’ ἑαυτὴν οὖσα ἀσώματος, οὖσα δὲ ἐκ τῶν μέσων γενῶν, δι’ ἃ οὐδὲ αὐτὴἐν ἀπλῶς, ἀλλὰ μετέχουσα τινος ἑνός, ἐτι δὲ ἀδιαίρετος εἰς ὅμοια καὶ ταύτῃ τοῦ ἐν σώμασιν ἑνὸς διαφέρουσα, ὁ διαι-ρεῖται εἰς ὅμοια ἐπ’ ἄπειρον. εἰ δὲ μονὰς ἑκάστη τοιαύτη καὶ ὁ σύμπας αὐτῆς ἀριθμὸς ἐκ μονάδων ἔσται τοιούτων οὐσιωδῶν, ὧν ἑκάστη ἀδιαίρετος εἰς ἄλλας μονάδας, καὶ διὰ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
