# In Platonis Timaeum Commentaria 2.175.1

Proclus, In Platonis Timaeum Commentaria, 2.175.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.175.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.175.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35B] καὶ τὸ μέρος ὁμόχρουν τῷ ὅλῳ ἐπ’ αὐτῆς. εἰ δὲ ἕκαστον τῶν μερῶν αὐτῆς πολλῶν ὄντων οὐσία τις ἐστίν, εἰ τὰ μέρη τοσαῦδε ἐστί, καὶ ἡ οὐσία αὐτῆς τοσαυταχῶς, ἰσάριθμος τοῖς μέρεσι, καὶ ἡ ταυτότης καὶ ἡ ἑτερότης, ἡ μὲν ἐν τῷ νῷ 5 μία ἕκαστη (διὸ ἀμερὴς ἦν· οὐ γὰρ ἐστὶ τοῦ νοῦ τὸ μὲν ἄλλο μέρος, τὸ δὲ ἄλλο), τῆς δὲ ψυχῆς *** μεμέρισται γὰρ αὕτη κατ’ ἀριθμὸν οὐσιώδη καὶ ἡμοῦσται αὐτῆς τὰ μέρη πρὸς ἄλληλα, μίαν ἐκ πολλῶν ποιούνη καὶ ὅλον ἐκ μερῶν αὐτήν. καὶ μὴν κἀκεῖνα θεωρεῖν ἄξιον, ὅτι κατὰ μὲν τὴν 10 τῶν στοιχείων ἀπογέννησιν ἐκ τῆς οὐσίας ἤρχετο, καθάπερ εἴπομεν [p. 162, 4ss], κατὰ δὲ τὴν τοῦ ὅλου σύστασιν ἀπὸ τῆς ἑτερότητος, τὴν θάτερον φύσιν δύσμικτον οὖσαν εἰς ταὐτὸ συναρμόττων βία καὶ ἄμφω μινυνὺς μετὰ τῆς οὐσίας [35 A], κατὰ δὲ τὴν εἰς τοὺς ἀρμονικοὺς λό- 15 γους τοῦ ὅλου διαίρεσιν ἀπὸ τῆς ταυτότητος· ἕκαστην γάρ, φησί, μοῖραν διεῖλεν ἐκ ταυτοῦ καὶ θάτερου καὶ οὐσίας μεμιγμένην· οἰκεῖα γὰρ τῇ μὲν γενέσει τῶν ἀπλῶν ἢ ἀπὸ τῆς οὐσίας ἀρχὴ πάντως (ἀπλουστέρα γὰρ ἡ οὐσία τῶν ἄλλων), τῇ δὲ συστάσει τοῦ ὅλου ἢ ἀπὸ τῆς ἑτερότητος 20 (ἀπὸ γὰρ τῶν καταδεεστέρον τοῦ ὅλου τοῦ ἐκ τῶν μερῶν ἢ γένεσις ἄρχεται), τῇ δὲ τῆς ἁρμονίας ὑποστάσει ἢ ἀπὸ τῆς ταυτότητος (βούλεται γὰρ εἰς ταυτότητα καὶ κοινωνίαν τῶν διηρημένων αὕτη τελευτᾶν, καὶ ὅλως ἢ ἁρμονία ταυτοποιεῖς εἶναι τῶν ἡμοσμένων ἐθέλει). Τούτων δὲ ἡμῖν διηρθρω- 25 μένων κατὰ δύναμιν ἀνάγκη προλαβεῖν ὅσα χρη πρόχειρα εἶναι τοῖς τῶν ἀριθμῶν συνήσειν μέλλουσι καὶ τῶν περὶ τῆς ἁρμονίας τῆς ψυχικῆς λόγων, εἰ μὴ μέλλομεν κατὰ κενῆς ποιήσεσθαι τὴν τῶν ἐπομένων ἐξήγησιν. δεῖ δὴ προειληφέναι τῶν μελλόντων ῥηθήσεσθαι λόγων τὰ ἐν ταῖς ἁρμονικαῖς 30 πραγματείαις εἰωθότα λέγεσθαι, τί φθόγγος, τι διάστημα, τι σύστημα, καὶ ὅτι τὰς ἐν τῇ ἁρμονίᾳ συμφωνίας οὐκ ἄλλαχόθεν ἢ ἐκ τῶν ἀριθμῶν ἐλάμβανον οἱ Πυθαγόρειοι, καὶ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
