# In Platonis Timaeum Commentaria 2.176.1-2

Proclus, In Platonis Timaeum Commentaria, 2.176.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.176.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.176.1-2

ἐκ τούτων οὐ πάντων, ἀλλ’ ἐκ τῶν πολλαπλασίων καὶ τῶν ἐπιμορίων, τὸ μὲν διὰ τεσσάρων ἐν ἐπιtritῷ λέγοντες εἶναι, τὸ δὲ διὰ πέντε ἐν ἡμιολίῳ, τὸ δὲ διὰ πασῶν ἐν διπλασίῳ, καὶ τὸ μὲν διὰ πασῶν ἅμα καὶ διὰ πέντε ἐν τριπλασίῳ, τὸ δὲ δις διὰ πασῶν ἐν τετραπλασίῳ· τὸ γὰρ διὰ πασῶν ἅμα καὶ διὰ τεττάρων οὐκ ἔδοξεν αὐτοῖς εἶναι σύμφωνον, ὅτι ἐν πολλαπλασιεπιμερεῖ λόγῳ συνίσταται τῷ τοῦ ὀκτὼ πρὸς τὸν τρία· μέσος γὰρ αὐτῶν ὁ ἕξ, ποιῶν πρὸς μὲν τὸν ἐλάσσονα τὸν διπλάσιον λόγον, πρὸς δὲ τὸν μείζονα τὸν ὑπεπίτριτον. ταῦτά τε οὖν προληπτέα καὶ ὅτι ἐπόγδοός ἐστιν ὁ τονιαῖος λόγος, καὶ ὅτι τὸ μὲν ἐπίτριτον ἐκ δύο τόνων ἐστὶ καὶ λείμματος, τὸ δὲ ἡμιόλιον ἐκ τριῶν τόνων καὶ λείμματος. τίς δὲ ὁ τοῦ λείμματος λόγος, ὕστερον μαθησόμεθα [p. 179s]. καὶ μὴν καὶ ὅτι τρία τὰ γένη τῶν ἁρμονιῶν ἐστι, διάτονον, ἕναρμόνιον, χρωματικόν, καὶ ὅτι τὸ μὲν διάτονον ἐστὶν ἐξ ἡμιτονίου — τοῦτο δὲ ἐστὶ τὸ λεγόμενον ἡμιτόνιον οὐ κυρίως ἡμιτόνιον, ἀλλὰ λείμμα — καὶ τόνου καὶ ἑτέρου τόνου, τὸ δὲ ἕναρμόνιον ἐκ διέσεως καὶ ἑτέρας διέσεως καὶ διτόνου, τὸ δὲ χρωματικὸν ἐξ ἡμιτονίου καὶ ἡμιτονίου καὶ τριημιτονίου. ἐστὶ δὲ ἡ διέσις τὸ οἷον τέταρτον τοῦ τόνου, οὐχ ὅν κατ’ ἀλήθειαν τέταρτον, ὥσπερ οὔδὲ τὸ λείμμα ἡμιτόνιον ἀκριβῶς. ἀποδείξομεν δὲ ταῦτα διὰ τῶν ἐπομένων [p. 179s]. τριῶν δὲ ὄντων τῶν γενῶν, ὧν ἕκαστόν ἐστι ποῖα τετραχόρδου διαίρεσις, ὁ Πλάτων φαίνεται τῷ διατόνῳ μόνῳ χρῶμενος· ἀξιοῖ γὰρ τοὺς ἐπίτριτους λόγους εἰς ἐπογδόους καὶ λείμμα διαιρεῖν, ἀλλ’ οὐχὶ εἰς διέσεις ἕναρμονίους οὔδ’ εἰς δίτονον ἢ τριημιτόνιον· προσέθηκε δὲ τὸ ἕναρμονίους, ἐπειδή καὶ τὸ ἡμιτόνιον τῶν παλαιῶν τινες διέσιν ἐκάλουν. καὶ ἔοικεν ὁ Πλάτων τοῦτο παραλαβεῖν τὸ γένος, λέγω δὴ τὸ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
