# In Platonis Timaeum Commentaria 2.18.2

Proclus, In Platonis Timaeum Commentaria, 2.18.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.18.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.18.2

εἰ τοίνυν γενητὸν τὸ πᾶν, εἶναι δεῖ αὐτὸ αἰσθητόν, εἰ δὲ αἰσθητόν, ὁρατὸν καὶ ἅπτον, εἰ ταῦτα, ἐκ πυρὸς εἶναι καὶ γῆς, εἰ ταῦτα, καὶ ἐκ τῶν μέσων· ταῦτα γὰρ πλεῖστον ἀλλή-λων διέστηκεν καὶ ὅσον ἀφὴ καὶ ὅψις διεστήκατον. εἰ δὲ ὁρατὸς ὁ κόσμος, εἶναι δεῖ πῦρ, εἰ δὲ ἅπτός, εἶναι δεῖ γῆν. ἅπτον γὰρ ἐστὶ τὸ στερεόν, ὃ καὶ ἀντερεῖδειν δύναται πρὸς τὴν ἀφὴν· τὸ γὰρ εὐθρυπτον καὶ μὴ ὑπομένον τὴν ἀφὴν οὐδαμῶς ἅπτον. διὸ καὶ Πυθαγόρας τλήμονα προσαγο-ρεύει τὴν γῆν, ὡς στερεὰν καὶ ὡς ἀντιβαίνουσαν πρὸς τὴν ἀφὴν καὶ ὡς δυσκίνητον καὶ ὡς τῆς μονίμου δυνάμεως μετέχουσαν. εἰ οὖν, ὥσπερ εἴρηται, δεῖ πυρός, ἵν’ ὁρατὸς ὁ κόσμος ᾖ, γῆς δέ, ἵνα ἅπτός, ἐκ πυρὸς καὶ γῆς ἀρχό-μενος ὁ θεὸς ποιήσει τὸ πᾶν· οὐχ ὡς ταῦτα πρῶτα τοῦ θεοῦ ποιούντος· πάλαι γὰρ τῆς κατὰ χρόνον γενέσεως ἀπέγνωμεν· ἀλλ’ ἐπειδὴ πᾶσα φυσιολογία τὴν ἀρχὴν ἀπὸ τῶν ἐναντίων ποιεῖται, διὰ τοῦτο <καὶ τὸ> πᾶν ἤρχθαι φησι τῆς συστάσεως

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
