# In Platonis Timaeum Commentaria 2.184.34

Proclus, In Platonis Timaeum Commentaria, 2.184.34. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.184.34
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.184.34

om Q ζ PQ: ἔκτου M 20 μὲν μεσότης ζ 29 ἔστηκε M (sic) μεσότησι καὶ τοῖς ἐπογδόοις. δεήσει ἄρα τὸν ὑπόλογον τοῦ διπλασίου τοιοῦτον λαβεῖν, ὥστε εἶναι αὐτοῦ καὶ δύο ἐπογδόους καὶ ἐπίτριτον ἄλλον. εἰλήφθω οὖν πρῶτον ὁ τρίτος ἀπὸ μονάδος κατὰ τὸν ὀκταπλάσιον λόγον, ὁ ξδ. ἀπὸ τούτου δύο μὲν ἐπογδόους ἀποστῆσαι δυνατόν· ἅπας γὰρ πολλαπλάσιος τοσούτων ἐπιμορίων ἤγειται λόγων ἀντιφαρωνύμων αὐτῷ, ὁπόσος ἐστὶν ἀπὸ μονάδος· ἐπίτριτον δὲ οὐκ ἔστι. τριπλασιάσας οὖν αὐτὸν ποιῶ τὸν ραβ, οὗ ἐπίτριτος μὲν ὁ σνζ, ἐπόγδοος δὲ ὁ σιζ, καὶ τούτου ἐπόγδοος ὁ σμγ. ὁ ἄρα τοῦ λείμματος λόγος ἐστὶν ὁ μετὰ τὴν ἀφαίρεσιν τοῖν δυοῖν ἐπογδόοιν λειπόμενος τοῦ σμγ πρὸς σνζ. ἀπὸ παντὸς γὰρ ἐπιtritou δύο ἐπογδόων ἀφαιρεθέντων καταλείπεται ὁ τοῦ λείμματος λόγος. ἀλλὰ τοῦ σνζ ἐπόγδοος ὁ σπη, ὃς τὴν ἀριθμητικὴν σῴζει μεσότητα, τεταγμένος μεταξὺ τοῦ ραβ καὶ τοῦ τπδ διπλάσιον πρὸς τὸν ραβ λόγον ποιούντος, πρὸς δὲ τὸν σπη ἐπίτριτον. εἰ μὲν οὖν ἦν δυνατόν ἀποστῆσαι δύο ἐπογδόους ἀπὸ τοῦ σπη, κατεπυκνώσαμεν ἂν καὶ τοῦτο τὸ ἐπίτριτον τοῖς τε ἐπογδόοις καὶ τῷ λείμματι· νῦν δὲ οὐχ οἷόν τε· ὁ γὰρ ἐπόγδοος αὐτοῦ ὁ τκδ ὀγδοον οὐκ ἔχει· διὸ πρὸς αὐτὸν ἐπόγδοον γενέσθαι λόγον οὐ δυνατόν τοῖς ἄτμητον τὴν μονάδα φυλάττειν ἀεὶ βουλομένοις· τὸ γὰρ ὀγδοόν ἐστιν αὐτοῦ μʹ. διπλασιάσαντες οὖν αὐτόν, ἵνα τὸ ἡμισυ ὅλον ποιήσωμεν, ἔχομεν καὶ αὐτοῦ λαβεῖν ἐπόγδοον. ἀναγκασθησόμεθα δὲ διὰ τοῦτο καὶ τοὺς πρὸ αὐτοῦ διπλασιάσαι πάντας καὶ τοὺς μετ’ αὐτόν. ἔσται οὖν ἀντὶ μὲν τοῦ ραβ ὁ τπδ, ἀντὶ δὲ τοῦ σιζ ὁ νλβ, ἀντὶ δὲ τοῦ σμγ ὁ νπζ, ἀντὶ δὲ τοῦ σνζ ὁ φιβ, ἀντὶ δὲ τοῦ σπη ὁ φοζ, καὶ τούτου ἐπόγδοος ὁ χμη, καὶ τούτου ἐπόγδοος ὁ ψκθ, ἔπειτα ψξη διπλάσιος μὲν ὢν τοῦ τπδ, πρὸς δὲ τὸν ψκθ ὁ λόγον ἔχων τὸν τοῦ λείμματος. καὶ οὕτω δὴ συμπεπλήρωται τὸ διπλάσιον διάστημα τοῖς τε ἡμιολίοις καὶ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
