# In Platonis Timaeum Commentaria 2.185.1

Proclus, In Platonis Timaeum Commentaria, 2.185.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.185.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.185.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35B] μεσότησι καὶ τοῖς ἐποχδόοις. δεήσει ἄρα τὸν ὑπόλογον τοῦ διπλασίου τοιούτον λαβεῖν, ὥστε εἶναι αὐτοῦ καὶ δύο ἐποχδόους καὶ ἐπίτριτον ἄλλον. εἰλήφθω οὖν πρῶτον ὁ τρίτος ἀπὸ μονάδος κατὰ τὸν ὀκταπλάσιον λόγον, ὁ ξδ. ἀπὸ τούτου δύο μὲν ἐποχδόους ἀποστῆσαι δυνατόν· ἅπας γὰρ πολλάπλάσιος τοσούτων ἐπιμορίων ἤγεται λόγων ἀντιφαρονύμων C αὐτῷ, ὁπόστος ἐστιν ἀπὸ μονάδος· ἐπίτριτον δὲ οὐχ ἔστι. τριπλασιάσας οὖν αὐτὸν ποιῶ τὸν ργβ, οὗ ἐπίτριτος μὲν ὁ σνζ, ἐπόχδοος δὲ ὁ σις, καὶ τούτου ἐπόχδοος ὁ σμγ. ὁ ἄρα τοῦ λείμματος λόγος ἐστὶν ὁ μετὰ τὴν ἀφαίρεσιν τοῖν δυοῖν ἐποχδόοιν λειπόμενος τοῦ σμγ πρὸς σνζ· ἀπὸ παντὸς γὰρ ἐπιτρίτου δύο ἐποχδόων ἀφαιρεθέντων καταλείπεται ὁ τοῦ λείμματος λόγος. ἀλλὰ τοῦ σνζ ἐπόχδοος ὁ σπη, ὃς τὴν ἀριθμητικὴν σφᾶζει μεσότητα, τεταγμένος μεταξὺ τοῦ ργβ καὶ τοῦ τπδ διπλασίου πρὸς τὸν ργβ λόγον ποιοῦντος, πρὸς δὲ τὸν σπη ἐπίτριτον. εἰ μὲν οὖν ἦν δυνατόν ἀποστῆσαι δύο ἐποχδόους ἀπὸ τοῦ σπη, κατεπυκνώσαμεν ἂν καὶ τοῦτο τὸ ἐπίτριτον τοῖς τε ἐποχδόοις καὶ τῷ λείμματι· νῦν δὲ οὐχ οἷόν τε· ὁ γὰρ ἐπόχδοος αὐτοῦ ὁ τκδ ὀγδοον οὐχ ἔχει· διὸ πρὸς αὐτὸν ἐπόχδοον γενέσθαι λόγον οὐ δυνατόν τοῖς ἀτιχτον τὴν μονάδα φυλάττειν ἀεὶ βουλομένοις· τὸ γὰρ ὀγδοὸν ἐστιν αὐτοῦ μζ. διπλασιάσαντες οὖν αὐτόν, ἵνα τὸ ἡμισυ ὅλον ποιήσωμεν, ἔχομεν καὶ αὐτοῦ λαβεῖν D ἐπόχδοον. ἀναγκασθησόμεθα δὲ διὰ τοῦτο καὶ τοὺς πρὸ αὐτοῦ διπλασιάσαι πάντας καὶ τοὺς μετ’ αὐτόν. ἔσται οὖν ἀντὶ μὲν τοῦ ργβ ὁ τπδ, ἀντὶ δὲ τοῦ σις ὁ υλβ, ἀντὶ δὲ τοῦ σμγ ὁ υπζ, ἀντὶ δὲ τοῦ σνζ ὁ φιβ, ἀντὶ δὲ τοῦ σπη ὁ φοζ, καὶ τούτου ἐπόχδοος ὁ χμη, καὶ τούτου ἐπόχδοος ὁ ψκθ, ἔπειτα ψξη διπλάσιος μὲν ὢν τοῦ τπδ, πρὸς δὲ τὸν ψκθ ὁ λόγον ἔχων τὸν τοῦ λείμματος. καὶ οὕτω δὴ συμπεπλήρωται τὸ διπλάσιον διάστημα τοῖς τε ἡμιολοῖς καὶ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
