# In Platonis Timaeum Commentaria 2.186.2

Proclus, In Platonis Timaeum Commentaria, 2.186.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.186.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.186.2

1 τοῖσδε om P 10 quidni ἑπτακαιεικοσαπλασία? 10s ἄ Q ραν, ταῖς ὁμοίαις μεσότησι καταπυκνώσοιμεν, ἔσονται ἡμῖν ἄκροι μὲν ὁ τε γυνς καὶ ὁ μύρια τξη, μέσοι δὲ ἁρμονικῶς μὲν ὁ ερπδ, ἀριθμητικῶς δὲ ὁ ςδιβ. εἰ δὲ αὐ καὶ τῶν ἐπιτριῶν ἕκαστον τῶν ἀναφανέντων ἐκ τούτων τῶν μεσοτήτων καὶ τῶν ἡμιολίων τοῖς τε ἐπογδόοις καὶ τῷ λείμματι καταπυκνώσοιμεν, ἔσται ἡμῖν ἐν ὅροις τοῖς ἐξῆς κειμένοις μετὰ τὴν ὅλην ἐξήγησιν τὸ ὅλον διάγραμμα ἔχον ἐπογδόους μὲν πδ, λείμματα δὲ θ. Τούτων δὲ σαφηνισθέντων τοσοῦτον ἡμῖν περὶ αὐτοῦ τοῦ λείμματος ἰστέον, ὅτι, ἐπειδήπερ οὐδεὶς ἐπιμόριος εἰς λόγους ἴσους τέμνεσθαι δύναται, τὸ ἡμιτόνιον ἐν ἀριθμοῖς οὐκ ἔστι λαβεῖν, ἀλλὰ τοὺς σύνεγγυς ἀλλήλων λαβόντες τὸν ἐφεπτακαιδέκατον λόγον καὶ τὸν ἐφεκκαιδέκατον καὶ δείξαντες τὸν ἐφεπτακαιδέκατον μείζονα τοῦ καλουμένου λείμματος, ὃς ἦν ἐλάσσων τοῦ ἀκριβῶς ἡμιτονίου, συνάγουσιν, ὅτι καὶ τοῦ ἡμιτονίου ἐλάσσων ἐξ ἀνάγκης ἐστὶν ὁ τοῦ λείμματος λόγος. ὅτι δ’ οὖν ἐλάσσων ἐστὶν ἢ ἐφεπτακαιδέκατος, οὕτος δὲ ἐλασσον ἢ ἡμιτόνιον, δείκνυται οὕτως· ἐκκείσθω γὰρ ὁ ις, καὶ τοῦτου ἐπόγδοος ὁ ιη· τούτων δὴ μεταξὺ τεθεὶς ὁ ιζ εἰς ἀνίσους διαιρεῖ τὸν ἐπόγδοον λόγους σύνεγγυς ὄντας τοῦ ἡμιτονίου διαστήματος, μονάδι διαφέρων τῶν ἄκρων. καὶ δήλον, ὅτι τὸν πρὸς τῷ ἐλάσσονι ὄρᾳ μείζω ποιήσει λόγον· ἐν πάσῃ γὰρ ἀριθμητικῇ μεσότητι μείζων ἐστὶν ὁ λόγος ἐν τοῖς ἐλάττοσιν ὅροις, ὥστε ὁ ἐφεπτακαιδέκατος ἐλάσσων ἐστὶν ἡμιτονίου. ἀλλὰ μὴν καὶ τὸ λείμμα ἐλασσόν ἐστιν ἢ ἐφεπτακαιδέκατον, ὡς ἀπὸ τῶν παρὰ Πλάτωνι κειμένων ὅρων δήλον· ὁ γὰρ σνς πρὸς τὸν σμγ τὸν τοῦ λείμματος ἔχων λόγον, ὡς καὶ τοῦτο δείξομεν πυνθμενικὸν ἀποδείξαντες τὸν ἐν τούτοις τοῖς ἀριθμοῖς τοῦ λείμματος λόγον, ἐλάσσων ἐστὶ τοῦ ἐφεπτακαιδεκάτου πρὸς τὸν σμγ· ὑπερέχει μὲν γὰρ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
