# In Platonis Timaeum Commentaria 2.189.1-2

Proclus, In Platonis Timaeum Commentaria, 2.189.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.189.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.189.1-2

τὸ ἔχον τὸν μείζονα λόγον, ὡς εἰώθασι<sup>1</sup> οἱ μουσικοὶ προσονομάζειν· ἔστω γὰρ ὁ σογ καὶ τέταρτον καὶ ὀγδοὸν ἔχων τὸν ἐπόγδοον πρὸς τὸν σμγ, ὁ δὲ σνγ καὶ ὀγδοὸν καὶ ἐκκαιδέκατον ἔχων πρὸς τὸν αὐτὸν σμγ τὸν ἐφεκκαιδέκατον λόγον· ὁ δὲ σνς ἔχων πρὸς τὸν αὐτὸν σμγ τὸν τοῦ λείμματος ἐλάσσω<sup>2</sup> ὄντα λόγον ἢ τὸν τοῦ ἐφεπτακαιδεκάτου· δῆλον οὖν ὅτι ὁ σογ καὶ τέταρτον καὶ ὀγδοὸν, ὃς ἦν τὸν τονιαῖον ἔχων λόγον πρὸς τὸν σμγ, ἔχει πρὸς τὸν σνς τὸν λοιπὸν τοῦ λείμματος λόγον τὸν τῆς ἀποτομῆς, μείζονα ὄντα τοῦ ἐφεπτακαιδεκάτου, οὕπερ ἦν ὁ τοῦ λείμματος ἐλάσσω<sup>3</sup>. ἐὰν δὴ τούτους πολλαπλασιάσωμεν ὀκτάκις ποιήσαντες, εὑρήσομεν τοὺς πρώτους ἐν τελείαις μονάσιν ἔχοντας τὸν τῆς ἀποτομῆς λόγον· τοῦ μὲν γὰρ διακόσια τεσσαράκοντα τρία ὀκταπλάσιος ὁ χίλια ἐννακόσια τεσσαράκοντα τέσσαρα, τοῦ δὲ διακόσια πεντήκοντα καὶ ἕξ ὁ δισχίλια τεσσαράκοντα καὶ ὀκτώ, τοῦ δὲ διακόσια ἑβδομήκοντα καὶ τρία καὶ τετάρτου καὶ ὀγδόου ὁ δισχίλια ἑκατὸν ὀγδοήκοντα καὶ ἑπτά· ὥστε ὁ τῆς ἀποτομῆς λόγος ἐν πυνθμέσι<sup>4</sup> ἐστὶ τῷ δισχίλια καὶ ἑκατὸν καὶ ὀγδοήκοντα καὶ ἑπτὰ πρὸς τὸν δισχίλια καὶ τεσσαράκοντα καὶ ὀκτώ· καὶ δεησόμεθα τούτων ἐν τῷ διαγράμματι τῶν ἐξῆς τριῶν ὄρων· ἔστωσαν γὰρ σμγ, σνς, σογ δ’ ἡ’· τούτων δὲ ὀκταπλάσιοι διὰ τὸ ὀγδοὸν καὶ τὸ τέταρτον, ἵνα ἐν τελείαις ᾖσι μονάσιν, ἀλλὰ μὴ ἐν μορίοις τισὶ μονάδων, ,αἋμδ, ,βμη, ,βρπς. ἀλλὰ μὴν ὅτι ἀναγκαῖον τοῦτον εἶναι τὸν λόγον τοῦ λείμματος ὃν ἔχουσι πρὸς ἀλλήλους ὁ σνς καὶ σμγ, δείξομεν οὕτως· ἐὰν ἀπὸ ἐπιtrit<sup>5</sup> διαστήματος δύο ἐπόγδοοι ἀφαιρεθῶσιν, οἱ τὸ λοιπὸν διάστημα περιέχοντες ὄροι λόγον ἔχουσι πρὸς ἀλλήλους ὃν τὰ σνς

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
