# In Platonis Timaeum Commentaria 2.189.1

Proclus, In Platonis Timaeum Commentaria, 2.189.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.189.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.189.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35B] τὸ ἔχον τὸν μείζονα λόγον, ὡς εἴωθασιν οἱ μουσικοὶ προσονομάζειν· ἔστω γὰρ ὁ σογ καὶ τέταρτον καὶ ὀγδοὺν ἔχων τὸν ἐπόγδουν πρὸς τὸν σμγ, ὁ δὲ σνῃ καὶ ὀγδοὺν καὶ ἐκκαίδεκατον ἔχων πρὸς τὸν αὐτὸν σμγ τὸν ἐφεκκαίδε- 5 κατον λόγον· ὁ δὲ σνς ἔχων πρὸς τὸν αὐτὸν σμγ τὸν τοῦ λείμματος ἐλάσσωνα ὄντα λόγον ἢ τὸν τοῦ ἐφεπτακαιδεκάτου· δῆλον οὖν ὅτι ὁ σογ καὶ τέταρτον καὶ ὀγδοὺν, ὡς ἦν τὸν τονιαῖον ἔχων λόγον πρὸς τὸν σμγ, ἔχει πρὸς τὸν σνς τὸν λοιπὸν τοῦ λείμματος λόγον τὸν τῆς ἀποτομῆς, μείζονα 10 ὄντα τοῦ ἐφεπτακαιδεκάτου, οὔπερ ἦν ὁ τοῦ λείμματος ἐλάσσων. ἐὰν δὴ τούτους πολλαπλασιάσωμεν ὀκτάκις ποιήσαντες, εὐρήσομεν τοὺς πρώτους ἐν τελείαις μονάσαις ἔχοντας τὸν τῆς ἀποτομῆς λόγον· τοῦ μὲν γὰρ διακόσια τεσσαράκοντα τρία ὀκταπλάσιος ὁ χιλία ἐννακόσια τεσσαράκοντα τέσσαρα, τοῦ δὲ 15 διακόσια πεντήκοντα καὶ ἕξ ὁ διαχιλία τεσσαράκοντα καὶ ὀκτώ, τοῦ δὲ διακόσια ἑβδομήκοντα καὶ τρία καὶ τετάρτου καὶ ὀγδούου ὁ διαχιλία ἑκατὸν ὀγδοήκοντα καὶ ἑπτά· ὥστε ὁ τῆς ἀποτομῆς λόγος ἐν πυθμέσις ἐστὶ τῷ διαχιλία καὶ ἑκατὸν καὶ ὀγδοήκοντα καὶ ἑπτὰ πρὸς τὸν διαχιλία καὶ τεσσαράκοντα 20 καὶ ὀκτώ· καὶ δεσόμεθα τούτων ἐν τῷ διαγράμματι τῶν Ε ἑξῆς τριῶν ὄρων· ἔστωσαν γὰρ σμγ, σνς, σογ δ' ἡ' τούτων δὲ ὀκταπλάσιοι διὰ τὸ ὀγδοὺν καὶ τὸ τέταρτον, ἵνα ἐν τελείαις ὦσι μονάσιν, ἀλλὰ μὴ ἐν μορίοις τισὶ μονάδων, ,αἉμδ, ,βμῃ, ,βρπς. ἀλλὰ μὴν ὅτι ἀναγκαῖον τοῦτον εἶ- 25 ναι τὸν λόγον τοῦ λείμματος ὃν ἔχουσι πρὸς ἀλλήλους ὁ σνς καὶ σμγ, δεῖξομεν οὕτως· ἐὰν ἀπὸ ἐπιτριτου διαστήματος δύο ἐπόγδοι ἀφαιρεθῶσιν, οἱ. τὸ λοιπὸν διάστημα περιέχοντες ὁροι λόγον ἔχουσι πρὸς ἀλλήλους ὃν τὰ σνς

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
