# In Platonis Timaeum Commentaria 2.191.1

Proclus, In Platonis Timaeum Commentaria, 2.191.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.191.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.191.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35B] δοα δύο ἀφαῖρεθή, οἱ λοιποὶ ὅροι τούτων ἔχουσι τὸν λόγον, ὅν τὰ συνεχῆ πρὸς τὰ συμ. τούτου δὲ δειχθέντος εἰλήφθωσαν ἐξῆς ὁ μὲν AB τονιαῖος λόγος, ὁ δὲ ΓΒ τοῦ λείμματος, ὁ δὲ ΑΔ τοῦ καλουμένου ἡμιτονίου· δῆλον οὖν ὅτι ὁ μὲν 5 ΑΓ τῆς ἀποτομῆς ἐστι λόγος, μείζων ὢν τοῦ ἡμιτονίου, ὁ δὲ τοῦ Α πρὸς Γ τοῦ κόμματος· καλεῖται γὰρ οὕτως ὁ τῆς ὑπεροχῆς λόγος τῆς ἀποτομῆς πρὸς τὸ ὡς ἀληθῶς ἡμιτόνιον, ὅπερ οὐκ ἐστιν ἐν ἀριθμοῖς λαβεῖν. τοῦτο μὲν οὖν ἀποδέδεικται. προσθετέον δὲ τοῖς εἰρημένοις, ὅτι—τὸν τοῦ 10 ΔΒ λόγον εἴπομεν ἡμιτόνιον, οὐχ ὅτι τέμνεται ὁ ἐπόγδοος εἰς δύο ἴσους λόγους· οὐδεὶς γὰρ ἐπιμόριος δύναται τοῦτο παθεῖν, εἰς ἴσους τμηθῆναι δύο λόγους· ἀλλ’ ἐπειδήπερ οἱ Ἀριστοξένειοι μετὰ τοὺς δύο ἐπογδόους ἐλάμβανον τὸ ἡμιτόνιον, κατὰ τὴν ἐκείνων θέσιν, ὡς εἴπομεν, εἴληπται ὁ 15 τοῦ ἡμιτονίου λόγος, ἵνα εὑρεθῇ τὸ κόμμα καὶ ἡ ἀποτομὴ τίνα ἔχουσι λόγον πρὸς τὸν τοῦ λείμματος λόγον. τοῦτο μὲν οὖν εἴρηται διὰ τὴν αἰτίαν ταύτην· ἐπεὶ, ὅτι γε πᾶς ἐπιμόριος ἀδιαίρετός ἐστιν εἰς ἴσους δύο λόγους ὧητοῦς, τῶν ἀποδεδειγμένων ἐστί. τοσοῦτον δὲ προσθετέον φιλοκαλίας 20 χάριν, ὅτι τῶν Πυθαγορείων μήτε ἡμιτόνιον εἶναι λεγόντων, ἐξ οὗ καὶ δυοῖν ἐπογδόων ἐστὶ τὸ ἐπίτριτον, μήτε συμφωνίαν τὴν διὰ πασῶν καὶ διὰ τεσσάρων, ὡς οἱ Ἀριστοξένειοι, τῶν μετ’ αὐτοὺς ἀρμονικῶν οἱ ἀμφὶ Πτολεμαῖον τὸ μὲν προσήκαντο τῶν Πυθαγορείων, ὡς ἄρα οὐκ 25 ἐστὶν ὡς ἀληθῶς ἡμιτόνιον τὸ καλούμενον ἡμιτόνιον, τὸ δὲ ἐξέβαλον, τιθέμενοι σύμφωνον εἶναι τὸ διὰ πασῶν καὶ διὰ τεσσάρων. ἡμεῖς δὲ τὸ μὲν ἀναγκαίως ἀπεδείξαμεν διὰ τὴν τοῦ Πλάτωνος δόξαν, τὸ δὲ οὐκ ἀναγκαζόμενοι δεῖκνύναι νῦν παρέμεν, οὐδὲν εἰπόντος περὶ τούτου τοῦ Πλάτωνος. 30 Ἐπειδὴ δὴ ἡῤῥηται, ἐν τίοι πρώτοις ἐστὶν ὁ τοῦ λείμματος λόγος καὶ ὁ τῆς ἀποτομῆς, λεκτέον καὶ ὁ τοῦ κόμματος ἐν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
