# In Platonis Timaeum Commentaria 2.193.1

Proclus, In Platonis Timaeum Commentaria, 2.193.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.193.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.193.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35B] πρώτοις, τῆς μονάδος τεμνομένης, δύο λειμμάτων τοῦ ἐπογδόου ἀφαιρεθέντων *** πρόδηλον δὲ ἐκ τῶν εἰρημένων, ὅτι γέγονε μὲν τὸ προσταχθέν, καταπεπύκνυνται δὲ οἱ ὅροι καὶ τὰ διαστήματα πάντα ταῖς τε ἀρμονικαῖς καὶ ἀριθμητι- 5 καῖς μεσότησι, καὶ τῶν ἡμιολίων καὶ τῶν ἐπιtritῶν αἱ διαιρέσεις εἰς τε τὰ ἐπόγδοα καὶ τὰ λείμματα γεγόνασιν· ὄντος γὰρ διπλασίου διαστήματος ἐν τῷ τπδ καὶ τῷ ψξῃ παρεμπεπτώκασι μεταξὺ μὲν ὁ υλβ ἐπόγδοος πρὸς τὸν τπδ, ὁ δὲ υπς ἐπόγδοος πρὸς τὸν υλβ, ὁ δὲ φιβ τὸ λείμμα 10 ποιῶν πρὸς τὸν υπς· καὶ μέχρι τούτου τὸ ἐπιtritὸν ἐκ δύο τόνων καὶ τοῦ λείμματος. πάλιν δὲ πρὸς αὐτὸν τὸν φιβ ἐπόγδοος ὁ φος, καὶ πρὸς τοῦτον ὁ χμῃ, καὶ πρὸς τοῦτον ὁ ψκθ, ὁ δὲ γε ψξῃ τὸ λείμμα ποιῶν πρὸς τοῦτον. καὶ συμπεπλήρωται τὸ ἡμιόλιον ἐκ τούτων, τρεῖς ἔχον ἐπογδόους 15 καὶ λείμμα ἕν, τὸ δ’ ὅλον διπλάσιον ἐκ μὲν ἐπογδόων πέντε, λειμμάτων δὲ δύο συγκείμενον. ἐπὶ δὲ πρὸς τοὺς ἄκρους τὸν τε τπδ καὶ τὸν ψξῃ ὁ μὲν φιβ ποιεῖ τὴν ἀρμονικὴν μεσότητα, ὁ δὲ φος τὴν ἀριθμητικήν. πάλιν πρὸς μὲν τὸν ψξῃ ἐπόγδοος ἐτέθη ὁ ωξδ, πρὸς δὲ τοῦτον ἕτερος 20 ἐπόγδοος ὁ δοβ, πρὸς δὲ τοῦτον ὁ ακδ τὸν τοῦ λείμματος ἔχει λόγον, καὶ πρὸς τοῦτον ὁ αρνβ τὸν ἐπόγδοον. καὶ γέγονεν ἤδη τὸ ἡμιόλιον πρὸς τῷ διπλασίῳ τριπλάσιον λόγον ποιῶν, ὃν ἔχει ὁ αρνβ πρὸς τὸν τπδ, μεταξὺ δὲ τοῦ τριπλασίου τούτου διαστήματος ὁ μὲν φος μεσότης ὡν ἀρμο- 25 νικὴ πρὸς τοὺς ἄκρους, ὁ δὲ ψξῃ μεσότης ὡν ἀριθμητικὴ πρὸς τοὺς ἄκρους· καὶ γὰρ ἐστὶ θεώρημα τοιοῦτον καθόλου δεδειγμένον· ἐὰν τοῦ αὐτοῦ ὅρου ὁ μὲν τις ἢ διπλάσιος, ἕτερος δὲ τριπλάσιος, ληφθῇ δὲ ἐπὶ τοῦ διπλασίου μέσος τις κατὰ τὴν ἀριθμητικήν, οὗτος ὁ ληφθεὶς ἐπὶ τοῦ τρι- 30 πλασίου γίνεται μέσος κατὰ τὴν ἀρμονικήν, αὐτὸς δὲ ὁ μέ-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
