# In Platonis Timaeum Commentaria 2.196.1-2

Proclus, In Platonis Timaeum Commentaria, 2.196.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.196.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.196.1-2

D ἡμιολίων σύγκειται. τὸ μὲν οὖν ὑπὸ Πλάτωνος εἰρημένον γέγονεν· ἐλήφθησαν γὰρ τῶν διπλασίων καὶ τριπλασίων διαστημάτων πάντων αἱ δύο μεσότητες μεταξὺ, καὶ γενομένων ἀπὸ τούτων τῶν μεσοτήτων ἡμιολίων λόγων καὶ ἐπιτρίτων τῷ ἐπογδῷ ταῦτα διήρθηται, τοῦ καταλειπομένου μορίου ἐν ἀμφοτέροις τὸν τοῦ λείμματος ἔχοντος λόγον. ταῦτα δ’ ἦν τὰ ῥηθέντα, καὶ ἐκ τούτων εὐτάκτως ληφθέντων ἀνεφάνησαν ὅροι τριακοντατέσσαρες μόνοι πᾶν τὸ διάγραμμα περιέχοντες. ἐπειδή δὲ ὁ Τίμαιος ὁ Πυθαγόρειος [96B] ἕξ καὶ τριάκοντα φησιν εἶναι τοὺς τοῦ διαγράμματος ὅρους, καὶ ταῦτα ἄκρους λαμβάνων οὓς καὶ ὁ Πλάτων, τὸν τὸν καὶ τὸν μύρια καὶ τριακόσια καὶ ἑξήκοντα καὶ ὀκτῶ, μηδὲν διάφωνον εἶναι θέλοντες εὑρομεν, ὅπως καὶ οἱ λοιποὶ δύο παρεμβέβληνται. βουλόμενοι γοῦν μὴ μόνον ἐν τῷ διαγράμματι τὸν τοῦ λείμματος ἔχειν λόγον, ἀλλὰ καὶ τὸν τῆς ἀποτομῆς, ἐφώρασαν αὐτὴν δίς, ἐν τε τοῖς πυθμενικοῖς ἀριθμοῖς καὶ ἐν τοῖς τούτων τριπλασίοις μόνοις, καὶ προσθέντες καθ’ ἕκαστον ἕνα ὅρον εἰσήγαγον καὶ ταύτην εἰς τὸ διάγραμμα. Πλάτων δὲ ἀποτομῆς οὐκ ἐμνημόνευσεν, ὅθεν ἡμεῖς ἀρχόμενοι τῷ λείμματι μόνοις ἠρκεσθῆμεν ὅροις τοῖς ἐκτεθεῖσι· καὶ πῶς γὰρ ἔμελλε τὴν ἀποτομὴν προσποιεῖσθαι διατονικὸν τὸ γένος λαβών, ἐν ᾧ ὁ ἐπόγδοος οὐ τέμνεται, τῆς ἀποτομῆς γινομένης, ὅπόταν ὁ ἐπόγδοος τμηθῇ; τὸ γὰρ μετὰ τὸ λείμμα τοῦ ἐπογδόου μέρος ἐστὶν ἡ ἀποτομή. οὐτ’ οὖν μνημονεύσαντος Πλάτωνος τῆς ἀποτομῆς οὔτε δυναμένης ἐμπίπτειν ἐν τῷ διατονικῷ γελοῖον ἦν ἡμᾶς ζητεῖν παρεμβάλλειν ὅρους ἄλλους, ἵνα καὶ τὴν ἀποτομὴν ἔχωμεν, ἀρχοῦντων τῶν τεσσάρων καὶ τριάκοντα πρὸς τὴν συμπλήρωσιν τῶν ἐπογδῶν καὶ τῶν λειμμάτων. καὶ ἔοικεν καὶ ὁ τῶν τριάκοντα καὶ τεσσάρων ἀριθμὸς οἰκεῖος εἶναι τῷ διατονικῷ γένει, ἐν ᾧ μόνῳ ἐστὶν ὁ ἐπόγδοος λόγος· σύγκειται

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
