# In Platonis Timaeum Commentaria 2.196.1

Proclus, In Platonis Timaeum Commentaria, 2.196.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.196.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.196.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35B] D ἡμιολίων σύγκειται. τὸ μὲν οὖν ὑπὸ Πλάτωνος εἰρημένον γέγονεν· ἐλήφθησαν γὰρ τῶν διπλασίων καὶ τριπλασίων διασημάτων πάντων αἱ δύο μεσότητες μεταξὺ, καὶ γενομένων ἀπὸ τούτων τῶν μεσοτήτων ἡμιολίων λόγων καὶ ἐπιρρώτων τῷ ἐποχθῶν ταῦτα διήχθη, τοῦ καταλειπομένου μορίου ἐν 5 ἀμφοτέροις τῶν τοῦ λείμματος ἔχοντος λόγον. ταῦτα δ’ ἦν τὰ ὁθέντα, καὶ ἐκ τούτων εὐτάκτως ληφθέντων ἀνεφάνησαν ὅροι τριακοντατέσσαρες μόνοι πᾶν τὸ διάγραμμα περιέχοντες. ἐπειδὴ δὲ ὁ Τίμαιος ὁ Πυθαγόρειος [96B] ἐξ καὶ τριάκοντα φησιν εἶναι τοὺς τοῦ διαγράμματος ὅρους, 10 καὶ ταῦτα ἄκρους λαμβάνων οὓς καὶ ὁ Πλάτων, τὸν τπδ καὶ τὸν μύρια καὶ τριακόσια καὶ ἐξήκοντα καὶ ὀκτῶ, μηδὲν διάφωνον εἶναι θέλοντες εὕρομεν, ὅπως καὶ οἱ λοιποὶ δύο παρεμβέβληνται. βουλόμενοι γοῦν μὴ μόνον ἐν τῷ διαγράμματι τὸν τοῦ λείμματος ἔχειν λόγον, ἀλλὰ καὶ τὸν τῆς 15 ἀποτομῆς, ἐφώρασαν αὐτὴν δίς, ἐν τε τοῖς πυθμενικοῖς ἀριθμοῖς καὶ ἐν τοῖς τούτων τριπλασίοις μόνοις, καὶ προσθέντες καθ’ ἕκαστον ἕνα ὅρον εἰσήγαγον καὶ ταύτην εἰς E τὸ διάγραμμα. Πλάτων δὲ ἀποτομῆς οὐκ ἐμνημόνευσεν, ὅθεν ἡμεῖς ἀρχόμενοι τῷ λείμματι μόνοις ἠρκεσθήμεν ὅροις τοῖς 20 ἐκτεθεῖσι· καὶ πῶς γὰρ ἔμελλε τὴν ἀποτομὴν προοποιεῖσθαι διατονικὸν τὸ γένος λαβὼν, ἐν ᾧ ὁ ἐπόγδοος οὐ τέμνεται, τῆς ἀποτομῆς γινομένης, ὅποταν ὁ ἐπόγδοος τμηθῇ; τὸ γὰρ μετὰ τὸ λείμμα τοῦ ἐποχθοῦν μέρος ἐστὶν ἡ ἀποτομή. οὐτ’ οὖν μνημονεύσαντος Πλάτωνος τῆς ἀποτομῆς οὔτε δυνα- 25 μένης ἐμπίπτειν ἐν τῷ διατονικῷ γελοῖον ἦν ἡμᾶς ζητεῖν παρεμβάλλειν ὅρους ἄλλους, ἵνα καὶ τὴν ἀποτομὴν ἔχωμεν, ἀρχόντων τῶν τεσσάρων καὶ τριάκοντα πρὸς τὴν συμπλήρωσιν τῶν ἐποχθῶν καὶ τῶν λειμμάτων. καὶ ἔοικε καὶ ὁ τῶν τριάκοντα καὶ τεσσάρων ἀριθμὸς οἰκεῖος εἶναι τῷ δια- 30 τονικῷ γένει, ἐν ᾧ μόνῳ ἐστὶν ὁ ἐπόγδοος λόγος· σύγκειται

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
