# In Platonis Timaeum Commentaria 2.200.1

Proclus, In Platonis Timaeum Commentaria, 2.200.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.200.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.200.1

καὶ ψ καὶ λς, καὶ μέχρι τούτου συμπληροῖ τὸ διάγραμμα, τέλος τὸ λείμμα ποιησάμενος, πλὴν ὅτι ἐν τούτοις τοῖς ὅροις ἐπίτριτόν ἐστι πρῶτον, εἶτα ἡμιόλιον, καὶ ἔξῆς ἐπίτριτον, εἶτα ἡμιόλιον, καὶ αὖθις ἐπίτριτον, εἶτα ἡμιόλιον, καὶ ἐπὶ τούτοις τρία ἡμιόλια κατὰ τὸ συνεχές, ὡς ἔστι δῆλον ἐκ τῶν ἀναγεγραμμένων. συμβαίνει τοίνυν καὶ ἐπὶ τούτου τοῦ διαγράμματος τετράκις εἶναι τὸ διὰ πασῶν καὶ ἅπαξ τὸ διὰ πέντε, καὶ πλεονάζειν τόνον· τὰ γὰρ τρία ἡμιόλια ποιεῖ ἕν διὰ πασῶν καὶ τόνον καὶ τὸ διὰ πέντε· ἀλλ’ ἡ κατάληξις οὐκ εἰς τόνον, ἀλλ’ εἰς τὸ λείμμα· τοῦτο δ’ ἦν τὸ προκείμενον. οὐκ ἀφαιρεῖ οὖν οὐδὲ ὁ Σευῆρος τὸν τόνον, ἀλλ’ οὐ καταλήγει εἰς αὐτόν. ὥστε τὸ ὅλον διάγραμμα κατὰ πάσας ἐκ τε τοῦ τετράκις ἐστὶ διὰ πασῶν καὶ τοῦ διὰ πέντε καὼ ἑνὸς τόνου. κἂν ἐθελήσωμεν ἐπ’ αὐτῶν τῶν μοναδικῶν ἀριθμῶν λαβεῖν τὰ διαστήματα ταῦτα, θεασόμεθα μέχρι τοῦ ἐπτὰ καὶ εἴκοσι τὴν πρόοδον γιγνομένην· διπλάσιος γὰρ ὁ δύο τῆς μονάδος, καὶ τούτου ὁ τέσσαρα, καὶ τούτου ὁ ὀκτῶ, καὶ τούτου ὁ δέκα καὶ ἕξ, καὶ μέχρι τοῦδε τὸ τετράκις διὰ πασῶν· αὐτοῦ δὲ τούτου ἡμιόλιος ὁ εἴκοσι καὶ τέσσαρα, καὶ τὸ διὰ πέντε τοῦτο· καὶ πρὸς τοῦτον ἔχει τὸν ἐπόγδοον λόγον ὁ εἴκοσι καὶ ἐπτά· ὥστε ἀπὸ τῆς μιᾶς μοίρας μέχρι τῆς ἐπτακαιεικοσαπλασίας αἱ εἰρημέναι τελειοῦνται συμφωνίαι. τοῦτο μὲν οὖν, ὅπερ ἔφην, κοινὸν ἅπασιν τοῖς διαγράμμασι· διαφέρει δὲ ἀλλήλων, ὅτι τὰ μὲν ἐστὶ λαβδοειδῆ, τὰ δὲ ἐπ’ εὐθείας· καὶ γὰρ τῶν παλαιῶν ὁ μὲν Ἀδραστος τοῖς λαβδοειδέσιν, ὁ δὲ Σευῆρος τοῖς κατ’ εὐθεῖαν τίθεται· καὶ τοῦτο ἄμεινον· ἐν γὰρ τῷ λαβδοειδεῖ δις οἱ αὐτοὶ εὑρίσκονται ὡδὶ καὶ ὡδὶ ἀριθμοί. τοῦτο δὲ ἀσύμφωνον τοῖς πράγμασι· δύο γὰρ μέρη τὰ αὐτὰ ψυχῆς οὐκ ἔστι, πάντες δὲ μέρη ψυχῆς εἰσιν· καὶ τὰ μὲν εἰς αὐτὸν καταλήγει τὸν τόνον, τὰ δὲ εἰς λείμμα, καὶ τὰ μέν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
