# In Platonis Timaeum Commentaria 2.200.2

Proclus, In Platonis Timaeum Commentaria, 2.200.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.200.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.200.2

καὶ ψ καὶ λς, καὶ μέχρι τούτου συμπληροῖ τὸ διάγραμμα, τέλος τὸ λείμμα ποιησάμενος, πλὴν ὅτι ἐν τούτοις τοῖς ὄροις ἐπίτριτον ἔστι πρῶτον, εἶτα ἡμιόλιον, καὶ ἐξῆς ἐπίτριτον, εἶτα ἡμιόλιον, καὶ αὐθὶς ἐπίτριτον, εἶτα ἡμιόλιον, καὶ ἐπὶ τούτοις τρία ἡμιόλια κατὰ τὸ συνεχές, ὡς ἔστι δῆλον ἐκ τῶν ἀναγεγραμμένων. συμβαίνει τοίνυν καὶ ἐπὶ τούτου τοῦ διαγράμματος τετράκις εἶναι τὸ διὰ πασῶν καὶ ἅπαξ τὸ διὰ πέντε, καὶ πλεονάζειν τόνον· τὰ γὰρ τρία ἡμιόλια ποιεῖ ἐν διὰ πασῶν καὶ τόνον καὶ τὸ διὰ πέντε· ἀλλ’ ἡ κατάληξις οὐκ εἰς τόνον, ἀλλ’ εἰς τὸ λείμμα· τοῦτο δ’ ἤν τὸ προκεῖμενον. οὐχ ἀφαιρεῖ οὖν οὐδὲ ὁ Σευήρος τὸν τόνον, ἀλλ’ οὐ καταλήγει εἰς αὐτόν. ὥστε τὸ ὅλον διάγραμμα κατὰ πάντας ἐκ τε τοῦ τετράκις ἔστι διὰ πασῶν καὶ τοῦ διὰ πέντε καὶ ἑνὸς τόνου. κἂν ἐθελήσωμεν ἐπ’ αὐτῶν τῶν μοναδικῶν ἀριθμῶν λαβεῖν τὰ διαστήματα ταῦτα, θεασόμεθα μέχρι τοῦ ἑπτὰ καὶ εἴκοσι τὴν πρόοδον γιγνομένην· διπλάσιος γὰρ ὁ δύο τῆς μονάδος, καὶ τούτου ὁ τέσσαρα, καὶ τούτου ὁ ὀκτώ, καὶ τούτου ὁ δέκα καὶ ἐξ, καὶ μέχρι τοῦδε τὸ τετράκις διὰ πασῶν· αὐτοῦ δὲ τούτου ἡμιόλιος ὁ εἴκοσι καὶ τέσσαρα, καὶ τὸ διὰ πέντε τοῦτο· καὶ πρὸς τοῦτον ἔχει τὸν ἐπόγδοον λόγον ὁ εἴκοσι καὶ ἑπτὰ· ὥστε ἀπὸ τῆς μιᾶς μοίρας μέχρι τῆς ἑπτακαιεικοσάπλασίας αἱ εἰρημέναι τελειοῦνται συμφωνίαι. τοῦτο μὲν οὖν, ὅπερ ἔφη, κοινὸν ἅπασιν τοῖς διαγράμμασι· διαφέρει δὲ ἀλλήλων, ὅτι τὰ μὲν ἔστι λαβδοειδῆ, τὰ δὲ ἐπ’ εὐθείας· καὶ γὰρ τῶν παλαιῶν ὁ μὲν Ἀδραστός τοῖς λαβδοειδέσιν, ὁ δὲ Σευήρος τοῖς κατ’ εὐθεῖαν τίθεται· καὶ τοῦτο ἄμεινον· ἐν γὰρ τῷ λαβδοειδεῖ δις οἱ αὐτοὶ εὑρίσκονται ὡδὶ καὶ ὡδὶ ἀριθμοί. τοῦτο δὲ ἀσύμφωνον τοῖς πράγμασι· δύο γὰρ μέρη τὰ αὐτὰ ψυχῆς οὐκ ἔστι, πάντες δὲ μέρη ψυχῆς εἰσιν· καὶ τὰ μὲν εἰς αὐτὸν καταλήγει τὸν τόνον, τὰ δὲ εἰς λείμμα, καὶ τὰ μέν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
