# In Platonis Timaeum Commentaria 2.201.3

Proclus, In Platonis Timaeum Commentaria, 2.201.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.201.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.201.3

5 Ὅσα μὲν οὖν μαθηματικῶς σκοπουμένοις δυνατόν ἦν εἰς τὴν τοῦ ψυχογονικοῦ διαγράμματος θεωρίαν συμβάλλεσθαι, προεἴπομεν. μέλλοντες δὲ ἄρχεσθαι τῆς πραγματεώδους ἐξηγήσεως ἠγοῦμεθα χρήναι πρῶτον περὶ αὐτῆς τῆς διαίρεσεως εἰπεῖν, καθ' ἣν ἡ ψυχὴ διήρηται τοῖσδε τοῖς λόγοις, καὶ διὰ τῶν ἐλέγχων ἀφελεῖν ὅσα ἡμῖν ἐστιν ἐμπόδια πρὸς τὴν κατανόησιν τῆς περὶ αὐτὴν ἀληθείας. μηδεὶς τολμῶν ταύτην τὴν διαίρεσιν σωματικὴν εἶναι νομίζετω (δεδείκται γὰρ ἐμ- 10 προσθεν, ὡς ἡ τῆς ψυχῆς μεσότης ἐξήρτηται τῶν τε σωμάτων καὶ πάσης ὁμοῦ τῆς περὶ αὐτὰ γιγνομένης μεριστῆς οὐσίας), μηδὲ κρεῖττονα μὲν σωμάτων αὐτὴν ὑποτιθέσθω, κατὰ τὰ αὐτὰ δὲ τοῖς πέρασι καὶ τοῖς διαστήμασι τοῖς γεωμετροῦμένοις αὐτὴν οἴεσθω διαιρεῖσθαι †πρὸς παρόν (τὰ μὲν γὰρ διαστατὰ ὅλα δι' ὅλων ἑαυτοῖς οὐ πάρεισι καὶ δι- 15 αιρεθέντα τὴν ἕνωσιν ἀσύγκροτον οὐ δύναται φυλάττειν, ἡ ψυχὴ δὲ μετέχουσα τῆς ἀμερίστου μοίρας ἥνωται πρὸς ἑαυτὴν καὶ πάντα τὰ στοιχεῖα ἐν πᾶσι τὰ αὐτὰ δείκνυσιν ὑφεστηκότα), μηδὲ αὖ ὡς ἀριθμοῦ λογίζεσθω ταύτην τὴν τομήν (ἔστι μὲν γὰρ ἀριθμός, ἀλλ' οὐχ ὁ κατὰ τὸ ποσόν, ἀλλ' οὐσιώδης, αὐτόγονος, ἐνοειδής, πρὸς ἑαυτὸν ἐπεστραμ- 20 μένος), μηδὲ παραβάλλετω τοῖς σπερματικοῖς λόγοις τὴν ἐν πᾶσι πάντων παρουσίαν (ἀτελεῖς γὰρ εἰσιν ἐκεῖνοι καὶ σωματοειδεῖς καὶ ἔνυλοι καὶ παντάπασιν ἀπολείπονται τῆς ἀλύλου καὶ καθαρᾶς τῶν ψυχικῶν λόγων οὐσίας), μηδὲ τις εἰκάζετω τὰς λεγομένας μοῖρας τοῖς τῆς ἐπιστήμης θεωρήμασιν, ὡς ἑκάστου τὴν ὅλην ἔχοντος (οὐ γὰρ τὴν γνώσιν 25 νῦν τῆς ψυχῆς, ἀλλὰ τὴν οὐσίαν ἐπισκοποῦμεθα), οὐδὲ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
