# In Platonis Timaeum Commentaria 2.202.1-2

Proclus, In Platonis Timaeum Commentaria, 2.202.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.202.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.202.1-2

δεῖ ταῖς τῶν ἔξεων διακρίσεσιν ὁμοίας ἡγεῖσθαι τὰς τῶν οὐσιῶν ἑτερότητας (ἀῦται μὲν γὰρ παντοίως ἐν τοῖς ἔχουσιν αὐτὰς διαποικίλλονται, ἐκεῖναι δὲ ἐστήκασιν ἐν τοῖς δημι-ουργικοῖς ὄροις ὡσαύτως). ἄνωθεν οὖν ἀπὸ τῆς αἰτίας τῆς δημιουργικῆς τὴν πρωτουργὸν ἀρχὴν ἐξάπτειν χρὴ τῆς ψυχογονικῆς διαιρέσεως καὶ τῶν τελείων μέτρων καὶ προ-Cεστηκότων ἀιδίως ἐν τοῖς οὖσιν, εἰς ἃ καὶ ὁ δημιουργὸς βλέπων διαιρεῖ τὴν ψυχὴν· ὡς γὰρ τὸ πᾶν τοῦτο διεῖλε τοῖς νοητοῖς παραδείγμασιν, οὕτως ἄρα καὶ τὴν οὐσίαν τῆς ψυ-χῆς διέκρινε τοῖς καλλίστοις ὄροις, τοῖς πρεσβυτέροις καὶ ἀρχηγικωτέροις αἰτίοις ἀφομοιῶν αὐτήν. ἔστι δὴ οὖν ὁ τρό-πος τῆς διαιρέσεως ἄυλος, νοερὸς, ἄχραντος, τελεσιουργὸς τῆς οὐσίας τῆς ψυχῆς, γεννητικὸς τοῦ ἐν αὐτῇ πλήθους, συναγωγὸς διὰ τῆς ἁρμονίας εἰς μίαν τάξιν, συνεκτικὸς τῶν διηρημένων, ὁμοῦ μὲν τῆς ἀμιγοῦς καθαρότητος αἴτιος τοῖς ἐν τῇ ψυχῇ πλήθεσιν, ὁμοῦ δὲ τὴν εἰς ταὐτὸ συνιοῦσαν κοινωνίαν τῶν λόγων παράγων. καὶ δοκεῖ μὲν δαπανᾶν τὸ ὅλον εἰς τὰ μέρη διαιρῶν, καὶ οὕτω πως λέγει καὶ ὁ Τί-μαιος [36B], ὅτι κατανάλωσε πᾶν ἐξ οὗ ταῦτα κατ-έτεμνεν. οὐ μὴν ἀλλ’ ἐπειδή προεῖπε μὴ μόνον εἶναι μεριστὴν τὴν ψυχὴν, ἀλλὰ καὶ ἀμέριστον, ἄμφω δεῖ φυλάτ-τειν, καὶ τῆς ὁλότητος ἀμερίστου μενούσης γίνεσθαι τὸν εἰς τὸ πλῆθος μερισμόν· εἰ γὰρ μόνον θάτερον λάβοιμεν, τὴν κατατομὴν λέγω, μεριστὴν αὐτὴν μόνως ποιήσομεν. μερι-Dζέσθω τοίνυν ὅλη μετὰ τοῦ μένειν ὅλη πάλιν ἀμέριστος, ἐξ ἴσου μετέχουσα ἀμφοῖν· εὔ γὰρ δὴ καὶ ὁ δαιμόνιος Ἀρι-στοτέλης, ὡς προείπομεν [p. 153, 8s], εἶναί τι λέγων καὶ ἐν τοῖς μεριστοῖς ἀμερές, συνεκτικὸν τῶν μεριστῶν, ὥστε πολλῷ μᾶλλον ἐν τοῖς φύσιν ἔχουσι μὴ μεριστὴν μόνον, ἀλλὰ καὶ ἀμερῆ, μένειν δεῖ τὸ ἀμερές, ἢ εἰ μὴ μένοι, μόνως ἔσται μεριστὸν τὸ ἐξ ἀμφοῖν. ὅτι δὲ δεῖ τὸ ὅλον μένειν ἐν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
