# In Platonis Timaeum Commentaria 2.203.1-2

Proclus, In Platonis Timaeum Commentaria, 2.203.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.203.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.203.1-2

τῇ γενέσει τῶν μερῶν, δῆλον, εἴπερ ὁ δημιουργὸς ἐστὶν ἀίδιος ὑποστάτης, αὐτὸς δὲ ἕν ὅλον ὑπέστησε τὴν ψυχὴν πρὸ τῆς διαιρέσεως· οὐδὲ γὰρ ἄλλο τι παράγων ἀφανίζει, πᾶν δὲ ἀεὶ παράγει καὶ διαιωνίως καὶ μένειν ποιεῖ τὸ παραγόμενον ὅπερ ἐστίν. οὐκ ἄρα ἡ ὁλότης ἀπόλλυται τῶν μερῶν ὑφισταμένων, ἀλλὰ μένει καὶ προηγείται γε τῶν μερῶν· οὐ γὰρ τὰ μέρη πρὸ τοῦ ὅλου παρήγαγεν, εἰτ’ ἐκ τούτων ἐγεννήσατο τὸ ὅλον, ἀλλ’ ἐμπαλιν. ὁμοῦ ἄρα καὶ ὅλον ἐστὶ καὶ μέρη ἔχον καὶ ἕν πλήθος ἡ οὐσία τῆς ψυχῆς. ἡ μὲν δὴ 10 διαίρεσις, ἣν ὁ Τίμαιος ἐπὶ τῆς ψυχῆς παραλαμβάνει, τοιάδε τίς ἐστιν. ὁ δὲ τρόπος τῆς περὶ αὐτὴν ἐξηγήσεως ἔστω τῇ οὐσίᾳ συμφυής, ἀπὸ μὲν τῆς φαινομένης ἀρμονίας ἀπολυόμενος, ἀνάγων δὲ ἑαυτὸν ἐπὶ τὴν οὐσιώδη καὶ ἄυλον ἀρμονίαν καὶ ἀπὸ τῶν εἰκόνων ἐπὶ τὰ παραδείγματα ἀνα- 15 πεμπόμενος· ἡ γὰρ δι’ ὧτων εἰσρέουσα συμφωνία καὶ ἐν ἤχοις καὶ πληγαῖς ὑφισταμένη τῆς ζωτικῆς καὶ νοερᾶς ἐξήλακται. μὴ τοίνυν τις ἄχρι τῆς μαθηματικῆς τῶν προκειμένων ἱστάσθω θεωρίας, ἀλλ’ ἐπὶ τὸν πρέποντα τρόπον τῇ οὐσίᾳ τῆς ψυχῆς ἑαυτὸν ἑγειρέτω, μηδὲ εἰς διάστημα † φέρων 20 ἢ κινήσεων διαφορὰς ἀποβλέπειν ἡμᾶς ἀξιώτω· πόρρωθεν γὰρ ταῦτα λαμβάνεται καὶ οὐδαμῇ συναρμόζεται τοῖς προκειμένοις· ἀλλ’ αὐτὰ καθ’ αὐτὰ σκοπεῖτω τὰ λεγόμενα, καὶ ὅπως ἔνδειξιν παρέχεται τῆς ψυχικῆς μεσότητος ἀναλογιζέσθω καὶ ὅπως στοχάζεται τῆς δημιουργικῆς προνοίας. 25 Πρῶτον μὲν οὖν εἰ θεωρεῖν ἐθέλοις, τριττῆς τῆς ὁλότητος ἂ οὐσης, τῆς| μὲν πρὸ τῶν μερῶν, τῆς δὲ ἐκ τῶν μερῶν, τῆς δὲ ἐν ἑκάστῳ τῶν μερῶν, ὡς πολλάκις ἡμῖν ἐν ἄλλοις δέδεικται, τὴν μὲν ὁλότητα τὴν πρὸ τῶν μερῶν ἤδη παραδέδωκε τῆς ψυχῆς· ἕν γὰρ ὅλον ἐποίησεν αὐτὴν πρὸ παντὸς 30 μερισμοῦ, ἣν καὶ μένειν οὖσαν ὅπερ ἐστὶν εἴπομεν, ἐν τῇ παραγωγῇ τῶν μερῶν οὐ δαπανωμένην· τὸ γὰρ εἰς ἁρμοσθὲν λύειν ἐθέλειν κακοῦ [41B], λύσει δὲ δαπανῶν τὸ ὅλον

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
