# In Platonis Timaeum Commentaria 2.204.1-2

Proclus, In Platonis Timaeum Commentaria, 2.204.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.204.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.204.1-2

εἰς τὰ μέρη. τὴν δὲ ὁλότητα τὴν ἐκ τῶν μερῶν ἐν τούτοις ὑφίστησιν, ὅλον τὸ μῖγμα δαπανῶν εἰς τὴν κατατομὴν τῆς οὐσίας αὐτῆς καὶ διὰ τῆς ἀρμονίας τῶν μερῶν ὅλην αὐτὴν ἐκ νέας ἀπεργαζόμενος ἐκ πάντων συμπεπληρωμένην τῶν προσηκόντων μερῶν. τὴν δὲ ἐν ἑκάστῳ τῶν μερῶν ὁλότητα καὶ μικρὸν ὑστερὸν ἀναδιδάξει [36D] διαιρῶν τὴν ὅλην εἰς κύκλους τινὰς καὶ ἐν ἑκάστῳ τῶν κύκλων πάντας τοὺς λόγους ἀποτιθέμενος, καὶ ἤδη φανερὰν ἐποίησεν· ἐν γὰρ ἑκάστῳ τῶν μερῶν εἶπεν [35B] εἶναι τὰ τρία καθάπερ ἐν τῷ ὅλῳ. πᾶν οὖν μέρος καὶ ὅλον πῶς ἔστι, τριαδικὸν ὡς τὸ ὅλον. ἀνάγκη δὴ ἦν ἔχειν τὰς τρεῖς ὁλότητας ταύτας τὴν ψυχήν, διότι καὶ ψυχῷ τὸ πᾶν ὅλον ὡς ἐξ ὅλων, ὧν ἕκαστόν ἐστιν ὡς ἐν μέρει ὅλον, ὥστε διχῶς ψυχούσα καὶ τὸ κυρίως ὅλον καὶ τὰ ὡς μέρη ὅλα τῶν δύο ἔδειτο ὁλοτήτων, καὶ μὴν καὶ ὑπερανέχει τῶν ψυχουμένων ἐξωθέν τι ἔχουσα αὐτῶν, ὡς περικαλύπτειν τὸ πᾶν, ὡς αὐτὸς εἶπε [34B]. τῇ μὲν οὖν πρὸ τῶν μερῶν ὁλότητι πάντως ὑπερέδραμε τὸ πᾶν, ταῖς δὲ λοιπαῖς αὐτὸ τε συνέχει καὶ τὰ ἐν αὐτῷ, ὡς καὶ ταῦτα ὅλα ὄντα. Ἐπειτὰ νοητέον, ὅτι τὸ μοναδικὸν ἅμα καὶ τὸ δυαδικὸν ἐξ ἀρχῆς εἰς τέλος προοῖδὼν φυλάττει τῆς ψυχῆς· καὶ γὰρ τὴν ὑπαρξιν αὐτῆς εἰς οὐσίαν ἀνῆγε καὶ ταὐτὸν καὶ ἕτερον, καὶ τὸν ἀριθμὸν ἀπὸ μιᾶς μοίρας ὀρᾷ διχῇ μεριζόμενον εἰς διπλασίους καὶ τριπλασίους, καὶ τὰς μεσότητας θεωρῶν ἐν τῇ μιᾷ περιλαμβάνει τὰς δύο, καὶ καθ’ ἑκατέραν αὐτῶν τούτων ἀναφαίνει διττοὺς λόγους, ἡμιολίους καὶ ἐπιtritούς, καὶ πάλιν καὶ τούτους εἰς ἐπογδόους τέμνει καὶ λείμματα, καὶ ἐν τοῖς ἐπομένοις [36BC] τὸ ἐν μήκος εἰς δύο διαιρήσει καὶ τὸ ἐν σχῆμα τῆς ψυχῆς εἰς δύο περιόδους, καὶ ὅλως οὐδαμοῦ τοῦ μονατικοῦ τε ἅμα ἀφίεται καὶ δυατικοῦ, καὶ εἰκότως· νῷ μὲν γὰρ προσήκει τὸ μοναδικὸν μόνον, διὸ καὶ ἀμέριστος, σώματι δὲ τὸ δυαδικόν, ὅθεν καὶ ἐν τῇ γενέσει τοῦ σωματοειδοῦς ἥρχετό [31B] τε

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
