# In Platonis Timaeum Commentaria 2.205.1-2

Proclus, In Platonis Timaeum Commentaria, 2.205.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.205.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.205.1-2

ἀπὸ δυάδος, πυρὸς καὶ γῆς, καὶ δύο ἄλλα μεταξύ τούτων ἑταττε γένη στοιχείων· ψυχὴ δέ, μέση οὖσα τούτων, μονάς τε ἐστὶν ἅμα καὶ δυάς· αἴτιον δέ, ὅτι ἐξ ἴσου πως μετέχει πέρατος καὶ ἀπειρίας, ὥσπερ νοῦς μὲν πέρατος συγγενής, σῶμα δὲ ἀπειρία προσήκει μᾶλλον διὰ τε τὴν ὑποκειμένην ὕλην καὶ τὸν ἐπ’ ἀπειρον μερισμόν. καὶ εἰ ταύτῃ τινὲς τὸ ἀμέριστον καὶ τὸ μεριστὸν εἰς μονάδα καὶ τὴν ἄοριστον ἀνέπεμπον δυάδα, τοῖς πράγμασιν ἐπομένως ἔλεγον· εἰ δὲ ὡς ἀριθμὸν τὴν ψυχὴν ποιοῦντες οὐδὲν διαφέροντα τῶν μοναδικῶν ἀριθμῶν, πολλοῦ ἕδεον συμβαίνοντα λέγειν τῇ οὐσίᾳ τῆς ψυχῆς. ἐστὶ δ’ οὖν μονὰς ἅμα καὶ δυάς, ἐνεκονιζομένη τῷ μὲν μοναδικῷ τὸ νοερὸν πέρας, τῷ δὲ δυαδικῷ τὴν ἀπειρίαν, ἢ τῷ μὲν εἰκῶν οὖσα τοῦ ἀμεροῦς, τῷ δὲ παράδειγμα τῶν μεριστῶν. Πρὸς δὴ τούτοις κἀκεῖνο γ θεωρητέον, ὅπως διττὸν ἐνταῦθα παραδίδεται τοῦ δημιουργοῦ τὸ ἔργον· καὶ γὰρ διαιρεῖ κατὰ μοῖρας τὴν ψυχὴν καὶ ἀρμόζει τὰ διηρημένα καὶ σύμφωνα ἀλλήλοις ἀπεργάζεται, ταῦτα δὲ ποιῶν ἅμα μὲν Διονυσιακῶς, ἅμα δὲ Ἀπολλωνιακῶς ἐνεργεῖ· τὸ μὲν γὰρ διαιρεῖν καὶ τὸ προάγειν εἰς μέρη τὰ ὅλα καὶ τῆς διανομῆς προεστάναι τῶν εἰδῶν Διονυσιακόν, τὸ δὲ ἐναρμονίως πάντα τελειοῦν Ἀπολλωνιακόν. ἄτε οὖν ἀμφοτέρων τῶν θεῶν τούτων ὁ δημιουργὸς ἐν ἑαυτῷ περιέχων τὴν αἰτίαν καὶ μερίζει καὶ ἀρμόζει τὴν ψυχὴν· καὶ γὰρ ὁ ἀριθμὸς κοινός ἐστιν ἀμφοτέροις ἡ ἑβδομάς, ἐπεὶ καὶ τὸν Διόνυσον οἱ θεολόγοι μεριζόμενον εἰς ἑπτὰ μερισθῆναι λέγουσι·

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
