# In Platonis Timaeum Commentaria 2.207.1

Proclus, In Platonis Timaeum Commentaria, 2.207.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.207.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.207.1

γεωμετρικὴν ἄνωτέρω [31 C] κάλλιστον εἶπεν εἶναι δεσμῶν, καὶ τὰς ἄλλας ἐν τούτοις. πᾶς δὲ δεσμὸς ἕνωσίς τίς ἐστιν. εἰ οὖν αἱ μεσότητες δεσμοὶ καὶ οἱ δεσμοὶ ἑνώσεις τῶν δεδεμένων εἰσί, δῆλον τὸ συμβαῖνον. αὐταὶ δὴ οὖν διὰ πάσης διήκουσι καὶ μίαν αὐτὴν ὅλην ἐκ πολλῶν ἀπεργάζονται, συνδετικὴν τῶν ποικίλων εἰδῶν λαχοῦσαι δύναμιν. τριῶν δὲ οὐσιῶν αὐτῶν ἡ μὲν γεωμετρικὴ τὸ οὐσιῶδες πᾶν συνδεῖ τῶν ψυχῶν· καὶ γὰρ ἡ οὐσία λόγος εἶς ἐστιν διὰ πάντων φοιτῶν καὶ συνέχων πρῶτά τε καὶ μέσα καὶ τελευταῖα, καθἄπερ ἐπὶ τῆς γεωμετρικῆς εἶς καὶ ὁ αὐτὸς λόγος διὰ τῶν τριῶν ὅρων διήκει τελέως. ἡ δὲ ἁρμονικὴ τὴν ταυτότητα πᾶσαν τὴν διηρημένην συνέχει τῶν ψυχῶν, τοῖς ἄκροισ παρεχομένη κοινωνίαν λόγων καὶ ὁμοφυῆ σύζευξιν, καὶ ἐν μὲν τοῖς ὀλικωτέροις ὁρωμένη μᾶλλον, ἐν δὲ τοῖς μερικωτέροις ἧττον, ὡς ἡ ταυτότης. ἡ δὲ ἀριθμητικὴ τὴν ἑτερότητα συνδεῖ τὴν παντοίαν τῆς προόδου τῆς ψυχῆς, [καὶ] ἐν μὲν τοῖς μείζοσι κατὰ τὴν τάξιν ἧττον ἐνοῦσα, ἐν δὲ τοῖς ἐλάττοσι μᾶλλον· κρατεῖ γὰρ ἡ ἑτερότης ἐν τοῖς μερικωτέροις, ὡς ἡ ταυτότης ἐν τοῖς ὀλικωτέροις καὶ κρείττοσι. καὶ ἔχουσιν ἀντιπεπόνθησιν αὐταὶ πρὸς ἀλλήλας ὡς ἡ ταυτότης καὶ ἑτερότης, καὶ ὡς τούτων ἡ οὐσία μονάς, οὕτως ἐκείνων ἡ γεωμετρικὴ μεσότης. τῶν οὖν ἐν πᾶσι τοῖς ὅροις οὐσιῶν τῶν τριακοντατεσσάρων ἕνωσίς ἐστιν ἡ γεωμετρική, καὶ τῶν ταυτοτήτων τῶν ἰσαρίθμων ἡ ἁρμονική, καὶ τῶν ἑτεροτήτων ἡ ἀριθμητική, διατείνουσαι πᾶσαι διὰ πάντων τῶν ὅρων. ἢ πῶς ἂν ὅλον ἐξ αὐτῶν ἐγένετό τι μὴ ἑνωθέντων εἰς δύναμιν ἀλλήλοις, οὐσιωδῶς μὲν ὑπὸ τῆς μιᾶς, ἄλλως δὲ καὶ ἄλλως ὑπὸ ταῖν δυοῖν; διὸ δὴ καὶ αὐταὶ πλήρωμα γίνονται τῆς γεωμετρικῆς, ὥσπερ ἡ ταυτότης καὶ ἑτερότης συντελοῦσιν εἰς τὴν οὐσίαν· διότι καὶ αὐταὶ μὲν ἀντιθέτως πρὸς ἀλλήλας ἔχουσιν, ἐκείνη δὲ συνάπτει καὶ συνυφαίνει τὴν διάστασιν αὐτῶν· ἡ μὲν γὰρ ἁρμονικὴ μείζοσι μείζους λόγους, ὡς εἴρηται [p. 198, 22s] διανέμει καὶ ἐλάττοσιν ὅροις ἐλάττους·

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
