# In Platonis Timaeum Commentaria 2.208.1-2

Proclus, In Platonis Timaeum Commentaria, 2.208.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.208.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.208.1-2

τὰ γὰρ μείζονα κατ’ οὐσίαν καὶ ὀλικώτερα περιεκτικώτερα καὶ τῇ δυνάμει τῶν ὑφειμένων ἀποφαίνει. ἡ δὲ ἀριθμητικὴ ἀνάπαλιν, τοῖς μὲν μείζοσιν ἐλάττους, τοῖς δὲ ἐλάττοσι μείζους· καὶ γὰρ ἡ ἑτερότης ἐνδυναστεύει μᾶλλον τοῖς καταδεεστέροις, ὥσπερ ἡ ταυτότης ἀνάπαλιν ἐν τοῖς ὑπερετέροις μᾶλλον ἢ τοῖς καταδεεστέροις. ἡ δὲ γεωμετρικὴ τὸν αὐτὸν λόγον ἐπὶ πάντας διατείνει τοὺς ὅρους, ἔνωσιν ἐπιλάμπουσα πρώτοις τε καὶ μέσοις καὶ τελευταίοις διὰ τῆς τῆς οὐσίας ἐπὶ πάντα παρουσίαν. τρεῖς οὖν ὁ δημιουργὸς ἐνδίδωσι τῇ ψυχῇ συνεκτικὰς ἐνώσεις, ὅς δὴ μεσότητος προσείρηνεν, ὡς τὴν μέσην τάξιν τῶν ὅλων συνδεούσας· τὴν γεωμετρικὴν, τὸ πλήθος τῶν οὐσιῶν συνάγουσαν καὶ τὰς οὐσιώδεις προόδους ἐνοποιούσαν· ὁ γὰρ εἷς λόγος τῆς ἐνώσεώς ἐστιν εἰκὼν· τὴν ἀρμονικήν, τὰς ταυτότητας ὅλας καὶ τὰς ὑπάρξεις αὐτῶν συνδέουσαν εἰς μίαν κοινωνίαν· τὴν ἀριθμητικήν, τὰς ἑτερότητας τὰς τε πρώτας καὶ τὰς μέσας καὶ τὰς τελευταίας συζευγνούσαν· καὶ γὰρ ὅλως ἀριθμῶν ἡ ἑτερότης ἐστὶ μήτηρ, ὡς ἐν Παρμενίδῃ [143Ass] μεμαθήκαμεν. ἦν δὲ τρία ταῦτα καθ’ ἑκάστην μοῖραν, ἡ οὐσία, ἡ ταυτότης, ἡ ἑτερότης, καὶ ἔδει πάντα συνάπτειν διὰ μεσότητος ἀλλήλοις καὶ λόγων συνδετικῶν. Τὸ δὴ μετὰ ταῦτα λόγων πλήρωμα τὴν ψυχὴν εἶναι φαμεν, ἀπλουστέραν μὲν τῶν αἰσθητῶν, συνθετωτέραν δὲ τῶν νοητῶν. διὰ ταῦτα τοίνυν ὁ Τίμαιος ἐπτὰ λόγους ἐπ’ αὐτῆς παρεῖληφε, τὸν τῆς ἰσότητος, τὸν πολλαπλάσιον, τὸν ὑποπολλαπλάσιον, τὸν ἐπιμόριον, τὸν ἐπιμερῆ, καὶ τοὺς τούτων ὑπολόγους, ὑπεπιμόριον, ὑπεπιμερῆ, ἀλλ’ οὐχὶ τοὺς ἐκ τούτων συνθέτους· οὗτοι μὲν γὰρ τοῖς σωματικοῖς λόγοις προσήκουνσι συνθέτοις οὖσι καὶ μεριστοῖς, οἱ δὲ ἐν τῇ ψυχῇ λόγοι προΐασι μὲν εἰς πλήθος καὶ μερισμόν, ἀλλ’ ὁμοῦ τῷ πλήθει τὴν ἀπλότητα καὶ τῷ μερισμῷ τὸ ἐνοειδὲς ἐπιδείκνυνται. οὔτε οὖν ἐν τῇ μονάδι καὶ τῷ ἀμερεῖ τὴν ὑπόστασιν ἔλαχον, ὡς ὁ νοῦς· μοναδικὸς γὰρ ἐκεῖνος καὶ ἀμερὴς μόνον. οὔτε τὸ πλήθος αὐτῶν εἰς τοὺς συνθέτους προελη-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
