# In Platonis Timaeum Commentaria 2.209.1-2

Proclus, In Platonis Timaeum Commentaria, 2.209.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.209.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.209.1-2

λυθε λόγους. καὶ ὁ μὲν πολλαπλάσιος μοναχὴ μεριστὸς κατὰ τὸν πρόλογον· ὁ γὰρ ὑπόλογος οὐκ ἔχει διαίρεσιν, ὅς γε οὐ κωλύεται καὶ μονὰς εἶναι. ὁ δὲ ἐπιμόριος διχῇ, κατὰ τὸν πρόλογον καὶ ὑπόλογον, μεριστός, κατὰ δὲ τὴν διαφοράν ἄμεριστος. ὁ δὲ ἐπιμερὴς καὶ κατ’ ἐκείνους μεριστὸς καὶ κατὰ τὴν διαφοράν. ὥσθ’ ὁ μὲν μοναχῇ, ὁ δὲ διχῇ, ὁ δὲ τριχῇ μεριστός, ἡ δὲ ἰσότης ἄμεριστος. τούτοις οὖν τοῖς λόγοις ὑπέστησε τὸ πᾶν ἡ ψυχὴ· τῷ μὲν τριχῇ μεριστῷ τὸ σωματοειδές, τῷ δὲ διχῇ τὴν ἐπίπεδον φύσιν, τῷ δὲ μοναχῇ τὴν γραμμικὴν, τῷ δὲ ἄμεριστῷ τὴν πάντα περατοῦσαν ἄμερειαν· ἐνὶ γὰρ τι καὶ ἐν τοῖς μεριστοῖς ἄμερές. ἔστι μὲν οὖν καὶ ταῦτα ἀληθῆ. Δεῖ δὲ καὶ κατ’ ἄλλον τρόπον ταῦτα θεωρῆσαι, προλαβόντας, ὅτι τοὺς ἀπλουστέρους ἀριθμοὺς καὶ ἐγγυτέρω μονάδος ἀρχικωτέρους δεῖ τῶν συνθετωτέρων νοεῖν, ἐπεὶ καὶ ὁ Πλάτων τὴν μίαν μοῖραν τῶν ἐξῆς πάντων προταξάμενος πρὸς ταύτην ἀναφέρει πάντας καὶ κατέληξεν εἰς τοὺς μάλιστα συνθέτους καὶ στερεοὺς. τούτου οὖν προληφθέντος λέγω, ὅτι ἡ μὲν ἰσότης καὶ ὁ τῆς ἰσότητος λόγος μονάδος ἔχει λόγον πρὸς τοὺς λόγους πάσας, καὶ ἔστιν ὅπερ ἡ μονὰς ἐν τῷ καθ’ αὐτὸ ποσῷ, τοῦτο τὸ ἴσον ἐν τῷ πρὸς τι. διὸ κατὰ τοῦτον τὸν λόγον ἡ ψυχὴ μέτρον ἐπάγει κοινὸν πᾶσι τοῖς κατὰ τοὺς αὐτοὺς λόγους ὑφεστῶσι καὶ μίαν ἰδέαν τῆς ταυτότητος εἰκόνα φέρουσαν. κατὰ δὲ τὸν ὑποπολλαπλάσιον λόγον καὶ τὸν πολλαπλάσιον πάσας ἐπιτροπεύει τὰς σειρὰς, ὅλας συνέχουσα αὐτάς, τῶν ἐγκοσμίων ὅλον ἕκαστον εἶδος πολλάκις <ἐν τοῖς> πρὸς αὐτοῦ πᾶσιν εἰδοποιουμένοις ἐπιδεικνύουσα· οἷον τὸ ἡλιακόν, εἰ βούλει, καὶ τὸ σεληνιακὸν ἐν θείαις ψυχαῖς, ἐν δαιμονίαις, ἐν ἀνθρωπικαῖς, ἐν ζῷοις ἀλόγοις, ἐν φυτοῖς, ἐν λίθοις αὐτοῖς· τὴν μὲν σειρὰν ὡς μίαν κατὰ τὸν πολλαπλάσιον δεικνύσα, τὸ δὲ ἕν εἶδος κατὰ τὸν ὑποπολλαπλάσιον ὅλον πολλάκις

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
