# In Platonis Timaeum Commentaria 2.210.1

Proclus, In Platonis Timaeum Commentaria, 2.210.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.210.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.210.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35 B] ἐν τῇ ἑαυτοῦ σειρᾷ φαινόμενον καὶ προποδιζόντα. δὲ μερικώτερα τῶν σειρῶν τῶν ὀλικωτάτων γένη διακοσμοῦσα, τὰ μὲν κατὰ τοὺς ὑπεπιμορίους καὶ ἐπιμορίους, ὅσα καὶ ἐστιν ἐν τοῖς μετέχουσι ὅλα καὶ καθ’ ἕν τι μετέχεται τῶν ἐν αὐτοῖς, τὰ δὲ κατὰ τὸν ὑπεπιμερῆ <καὶ ἐπιμερῆ> λόγον, ὅσα μετέχεται μὲν καὶ ὅλα ὑπὸ τῶν δευτέρων, μετὰ μέντοι τῆς εἰς πλήθος διαιρέσεως· τοῦ γὰρ ζῴου μετέχει μὲν καὶ ἄνθρωπος, καὶ ἐστιν ὅλον καὶ ἐν τούτῳ τὸ εἶδος, ἀλλ’ οὐ μόνον, ἀλλὰ καθ’ ἕν τὸ ὅλον, οἷον τὸ ἀνθρώπειον εἶδος, ὥστε μετὰ τοῦ ὅλου καὶ ἑνὸς τινος, ὅπερ ἐστὶν αὐτοῦ μόριον, πάρεστι τῷ μετέχοντι· τὰ δὲ καλούμενα κοινογενῆ, μετέχοντα καὶ αὐτὰ τοῦ ἑνὸς γένους, οὔδὲ ταῦτα μόνου τούτου μετείληχεν, ἀλλὰ μετὰ τούτου καὶ πλειόνων γενῶν ἄλλων καὶ μερῶν ὄντων ἐκείνου τοῦ ἑνὸς, ἀλλ’ οὐ μέρους, ὥσπερ ἡμίονος, εἰ τύχοι, τῶν εἰδῶν, ἐξ ὧν ἔχει συμμετῆ τὴν γένεσιν. ἢ οὖν τοῦ ἑνὸς γένους μετέχει τῶν εἰδῶν ἕκαστον καθ’ ἕν καὶ μιμεῖται τὸν ἐπιμόριον, ὃς ἔχει πρὸς τῷ ὅλῳ μόριον ἐν, ἢ τοῦ κοινοῦ καὶ πλειόνων καὶ μιμεῖται τὸν ἐπιμερῆ, πρὸς τῷ ὅλῳ καὶ πλείῳ μόρια τοῦ ἑνὸς ἔχοντα. καὶ οὐκ ἔστι παρὰ ταῦτα τῶν εἰδῶν μέθεξις. καὶ εἰς ταῦτα βλέποντες τὰς αἰτίας ἀποδίδομεν τῆς εἰδοποιίας τῶν καθ’ ἕν ὁρισταμένων εἴδος, οἷον ἡλίου, σελήνης, ἀνθρώπου, τῶν δὲ κατὰ πλείονα ·μετὰ τοῦ κοινοῦ· πολλὰ γὰρ τοιαῦτα καὶ ἐν γῇ καὶ ἐν θαλάσσῃ συνέστηκεν, οἷον ἀνθρωπόμορφα καὶ τὰ κάτω ἰχθυώδη, καὶ λεοντοπρόσωπα δρακόντων εἴδη μεμιγμένην ἔχοντα σύστασιν ἐκ πλειόνων. οὗτοι δὴ οὖν οἱ λόγοι πάντες εἰκότως ἐν τῇ ψυχῇ προεληφθῆσαν, πάσας ἀφορίζοντες τὰς ἐν τῷ παντὶ μεθέξεις τῶν εἰδῶν, καὶ οὐδ’ ἂν γένοιτο παρὰ τούτους ἄλλοι τῆς κοινωνίας λόγοι, κατὰ τούτους πάντων εἰδοποιουμένων. πάλιν οὖν ἡ ἕβδομάς

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
