# In Platonis Timaeum Commentaria 2.217.1-2

Proclus, In Platonis Timaeum Commentaria, 2.217.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.217.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.217.1-2

τως ἐκεῖνον καὶ δεσμοὶ τοῖς ἀρρήκτοις δεσμοῖς, ταῦτα καὶ τῶν θεολόγων αἰνιττομένων, ὅποταν λέγωσι τὰς τε Κρονίας ἐκτομὰς καὶ τοὺς δεσμούς, οἷς ἑαυτὸν λέγεται περιβάλλειν ὁ τοῦ παντὸς ποιητής, ὧν καὶ ὁ ἐν Κρατύλῳ 404A διαμνημονεύει Σωκράτης. εἰδικὰ δὲ τῶν μὲν διαιρέσεων οἱ ἀριθμοί· κατὰ γὰρ τούτους αἱ μοῖραι διεκρίθησαν· τῶν δὲ συνδέσμων αἱ μεσότητες καὶ οἱ ταύτας συμπληροῦντες λόγοι· τὰ γὰρ ἐν ὕλης λόγῳ συναίτια θεωρεῖν ἐπὶ ψυχῶν ἀσωμάτων οὐσῶν ἀδύνατον. τούτων δὲ προληφθέντων δήλον, ὅπως διταῖς δυνάμεσιν ἐνεργῶν, ταῖς τε διαιρετικαῖς καὶ ταῖς συνδετικαῖς, τὸ τριμόρφον τῆς ψυχῆς καὶ τριπλεκὲς μῖγμα μένον ὥσπερ ἐστὶν ὅλον διαιρεῖ ταῖς πρωτουργοῖς αἰτίαις ἀπάσης διαιρέσεως ὁ δημιουργός, καὶ ποιεῖ τὴν ὅλην ἑπταμερῆ καὶ ἑπταμελῆ, νοεροῖς ὄροις διειλημμένην· ἐπεὶ γὰρ μέση τῆς ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα γιγνομένης μεριστῆς οὐσίας ὑφέστηκε, τριπλῆ δὲ ἡ ἀμέριστος, μένουσα καὶ προϊοῦσα καὶ ἐπιστρέφουσα, ταύτης μὲν ἐν τρισὶ μοῖραις προεστήσατο τὴν ἀφομοίωσιν, τὸ μὲν μόνιμον ἐκείνης κατὰ τὴν πρώτην ἀπεικονισαμένη, τὸ δὲ προϊὸν κατὰ τὴν δευτέραν (καὶ τάχα καὶ διὰ τοῦτο καὶ διπλῆ λέγεται τῆς πρώτης· πᾶν γὰρ τὸ προϊὸν ἔχει καὶ τὸ μένον τῆς προόδου προὔφεστός), τὸ δὲ ἐπιστρέφον κατὰ τὴν τρίτην, διὸ καὶ τριπλασία τῆς πρώτης· πᾶν γὰρ τὸ ἐπιστρέφον καὶ προελήλυθε καὶ μένει. ἐπεὶ δὲ παράγει τὴν μετ’ αὐτὴν οὐσίαν, ἔχει τὰς οὐσίας αὐτῆς ὅλας ἐν ἑαυτῇ, τῆς μὲν ἀσωμάτου πάσης, ἀχωρίστου δὲ σωμάτων κατὰ τὴν τετάρτην καὶ πέμπτην μοῖραν, τῆς δὲ σωματικῆς κατὰ τοὺς στερεοὺς ἀριθμούς, τὴν ἕκτην καὶ ἑβδόμην μοῖραν. ἡ ἑαυτὴν μὲν κατὰ τοὺς τετραγῶνους προάγει καὶ ἐπιστρέφει, αὐθυπόστατος οὖσα καὶ αὐτενέργητος, τὴν δὲ μεθ’ ἑαυτὴν πᾶσαν μεριστὴν οὖσαν κατὰ τοὺς κύβους. ταύτας δὴ τὰς ἑπτὰ μοῖρας εἰς τρεῖς καὶ τέτταρας, ὡς εἴρηται 205, 27ss, διακεκριμένας οὐσιωδῶς μὲν ὁ εἷς λόγος συνδεῖ τῆς γεωμετρικῆς ἀναλογίας,

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
