# In Platonis Timaeum Commentaria 2.218.3-2

Proclus, In Platonis Timaeum Commentaria, 2.218.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.218.3-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.218.3-2

25 προσαρμόζοντες Q ἡ Q τῶν κόσμων P 26 s cf. p. 208,9 ss ἄσωμάτοις λόγοις τῆς ψυχῆς οἱ ὀλιχώτεροι συνέχουσι τοὺς μερικωτέρους. ἐπεὶ δὲ οἱ ἐπόγδοοι τῆς μερικωτάτης εἰσὶ συμφωνίας αἴτιοι, τὸ μετ’ αὐτοὺς εἰκῶτως εἰς τὴν ἔσχατὴν ἀπέωσται τοῦ παντὸς τάξιν, οὐκ ἀσύμφωνον οὐδ’ αὐτὸ τῷ ὅλῳ ὄν, ἀφ’ ἑκάστου τῶν στοιχείων μεριστὰς ἀπορροίας εἰς τὸν ὑπὸ γῆς τόπον συνελᾰύνον καὶ πολλαχοῦ τῶν στοιχείων ὄντων καὶ ἐν οὐρανῷ καὶ ἐν τοῖς ὑπὸ σελήνην τὰς ἔσχάτας αὐτῶν ὑποστάθμας ἐκεῖ που συνάγουσιν καὶ συντάττον τοῖς ὅλοις, ὡς καὶ αὐτὰς μετ’ ἐκείνων τὴν μίαν ἁρμονίαν πληροῦν τοῦ παντός. συλλήβδην οὖν εἴπωμεν, ὅτι πάσης ἁρμονίας τῆς ἐν τοῖς κέντροις, τῆς ἐν τοῖς στοιχείοις, τῆς ἐν ταῖς σφαίραις ἡ ψυχὴ περιέχει τοὺς λόγους· διὸ καὶ τὴν ἁρμονίαν αὐτῆς παντελῆ καὶ νοερὰν εἶναι φάμεν καὶ οὐσιώδη κατ’ αἰτίαν προηγουμενὴν τῆς αἰσθητῆς ἁρμονίας, καὶ τὸν Τίμαιον δι’ εἰκόνων αὐτὴν ἐνδείξασθαι βουλόμενον τοῖς ἁρμονικοῖς χρῆσθαι λόγοις, ἄλλας αἰτίας ἄλλων περιληπτικωτέρας ἐν αὐτῇ προὑποθέμενον πρὸ παντὸς μὲν εἰδους, πάσης δὲ γνώσεως ψυχικῆς ὑφεστῶσας. διόπερ, οἶμαι, καὶ προσῆκει μηδενὸς ἐφάπτεσθαι τῶν τοιούτων ἢ τὰς μοῖρας ἐξηγοῦμενον ἢ τοὺς λόγους ἢ τὰς ἀναλογίας, ἀλλ’ οὐσιωδῶς πάντα θεωρεῖν κατ’ αὐτὴν τὴν πρώτην διαίρεσιν καὶ ἁρμονίαν τῆς ψυχῆς καὶ πάντα ἐπὶ τὴν δημιουργικὴν καὶ νοερὰν αἰτίαν ἀναπέμπειν καὶ τοὺς μὲν ἐπογδόους καὶ τὰ λείμματα περιλαμβάνειν τοῖς ἐπιτρίτοις καὶ ἡμιολίοις, ταῦτα δὲ ταῖς μεσότησι καὶ ταύτας τῇ μιᾷ καὶ κυριωτάτῃ πασῶν, καὶ ἀνάγειν τε τὰς μερικωτέρας αἰτίας ἐπὶ τὰς ὀλιχωτέρας καὶ διαιρουμένας ἀπ’ ἐκείνων ὁρᾶν. ὡς μὲν οὖν συλλήβδην εἰπεῖν ταῦτα περὶ τῶν ἁρμονικῶν εἴρησθω λόγων. πάλιν δὲ ἐξ ἀρχῆς ἐκθέμενοι τὴν λέξιν σαφέστερον περὶ αὐτῶν διέλθωμεν.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
