# In Platonis Timaeum Commentaria 2.218.3

Proclus, In Platonis Timaeum Commentaria, 2.218.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.218.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.218.3

25 προσαρμόζοντες Q ἡ Q τῶν κόσμων P 26s cf. p. 208,9ss ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35B] ἀσωμάτοις λόγοις τῆς ψυχῆς οἱ ὀλιχώτεροι συνέχουσι τοὺς μερικωτέρους. ἐπεὶ δὲ οἱ ἐπόγδοι τῆς μερικωτάτης εἰσὶ συμφωνίας αἴτιοι, τὸ μετ’ αὐτοὺς εἰκῶς εἰς τὴν ἔσχατην ἀπέωσται τοῦ παντὸς τάξιν, οὐκ ἀσύμφωνον οὐδ’ αὐτὸ τῷ ὅλῳ ὄν, ἀφ’ ἑκάστου τῶν στοιχείων μεριστὰς ἀπορροίας εἰς τὸν ὑπὸ γῆς τόπον συνελᾶύνον καὶ πολλαχοῦ τῶν στοιχείων ὄντων καὶ ἐν οὐρανῷ καὶ ἐν τοῖς ὑπὸ σελήνην τὰς ἔσχατας αὐτῶν ὑποστάθμας ἐκεῖ που συνάγον καὶ συντάττον τοῖς ὅλοις, ὡς καὶ αὐτὰς μετ’ ἐκείνων τὴν μίαν ἁρμονίαν πληροῦν τοῦ παντός. συλλήβδην οὖν εἴπωμεν, ὅτι πάσης ἁρμονίας τῆς ἐν τοῖς κέντροις, τῆς ἐν τοῖς στοιχείοις, τῆς ἐν ταῖς σφαίραις ἡ ψυχὴ περιέχει τοὺς λόγους· διὸ καὶ τὴν ἁρμονίαν αὐτῆς παντελῆ καὶ νοερὰν εἶναι φάμεν καὶ οὐσιωδῶς κατ’ αἰτίαν προηγούμενην τῆς αἰσθητῆς ἁρμονίας, καὶ τὸν Τίμαιον δι’ εἰκόνων αὐτὴν ἐνδείξασθαι βουλόμενον τοῖς ἁρμονικοῖς χρῆσθαι λόγοις, ἄλλας αἰτίας ἄλλων περιληπτικωτέρας ἐν αὐτῇ προὑποθέμενον πρὸ παντὸς μὲν ἐδους, πάσης δὲ γνώσεως ψυχικῆς ὑφεστῶσας. διόπερ, οἶμαι, καὶ προσῆκει μηδενὸς ἐφάπτεσθαι τῶν τοιούτων ἢ τὰς μοίρας ἐξηγοῦμενον ἢ τοὺς λόγους ἢ τὰς ἀναλογίας, ἀλλ’ οὐσιωδῶς πάντα θεωρεῖν κατ’ αὐτὴν τὴν πρώτην διαίρεσιν καὶ ἁρμονίαν τῆς ψυχῆς καὶ πάντα ἐπὶ τὴν δημιουργικὴν καὶ νοερὰν αἰτίαν ἀναπέμπειν καὶ τοὺς μὲν ἐπογδόους καὶ τὰ λείμματα περιλαμβάνειν τοῖς ἐπιtritοῖς καὶ ἡμιολίοις, ταῦτα δὲ ταῖς μεσότῃσι καὶ ταύτας τῇ μιᾷ καὶ κυριωτάτῃ πασῶν, καὶ ἀνάγειν τε τὰς μερικωτέρας αἰτίας ἐπὶ τὰς ὀλικωτέρας καὶ διαιρουμένας ἀπ’ ἐκείνων ὁρᾶν. ὡς μὲν οὖν συλλήβδην εἰπεῖν ταῦτα περὶ τῶν ἁρμονικῶν εἴρησθω λόγων. πάλιν δὲ ἐξ ἀρχῆς ἐκθέμενοι τὴν λέξιν σαφέστερον περὶ αὐτῶν διέλθωμεν. Μίαν ἀφεῖλε τὸ πρῶτον ἀπὸ παντὸς μοῖραν. μετὰ δὲ ταύτην ἀφῄρει διπλασίαν ταύτης, τὴν δὲ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
