# In Platonis Timaeum Commentaria 2.225.1

Proclus, In Platonis Timaeum Commentaria, 2.225.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.225.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.225.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35B] ἀπερ οὐτος περιέχει τὰς ἄλλας μεσότητας· τὸν δὲ ἀριθμητικόν, ὅς ἐστι τοῦ ὕδατος, εἶναι δύο, τρία, τέσσαρα, διὰ τὸ δύο κοινωνεῖν ὁροὺς πρὸς τὴν γῆν, καὶ δὴ καὶ διὰ τὸ μάλιστα πλήθει φίλον εἶναι καὶ ἐκ στοιχείου συννεστάναι πάντων μάλιστα πεπληθυσμένου τοῦ εἰκοσαέδρου· τὸν δὲ ἀρμονικόν, τρία, τέσσαρα, ἕξ, τοῦ ἀέρος, διότι καὶ οὗτος κατὰ δύο κοινωνεῖ πρὸς τὴν ἀριθμητικὴν ὁρους, τὸν τρία καὶ τέσσαρα, μείζους ὄντας κατ’ ἐκείνην, ἐλάττους δὲ κατὰ ταύτην. διττῆς δὲ οὐσης τῆς ἀρμονικῆς μεσότητος, ἡ ἐν διπλασίῳ λόγῳ τῶν ἄκρων ὄντων ἢ ἐν τριπλασίῳ — καὶ γὰρ ὁ Πλάτων ἢ τῶν διπλασίων αὐτὴν ἢ τῶν τριπλασίων παραλαμβάνει μέσην — κατὰ μὲν τὸν τῶν ἄκρων διπλάσιον λόγον ποιήσας τοὺς ἄκρους τὸν τρία καὶ τὸν ἕξ ἔσχε τὸ ἴδιον τοῦ ἀέρος στοιχεῖον, τὸ ὀκτάεδρον, ἔχον τὸν μὲν ἕξ κατὰ τὰς γωνίας, τὸν δὲ τέσσαρα κατὰ τὴν βάσιν τῶν δύο πυραμίδων, τὸν δὲ τρία κατὰ τὸ ἐπίπεδον τοῦ ὀκταέδρου ὄν τριγωνικόν· τὸν δὲ ἕτερον, ὅς ἐστι δύο, τρία, ἕξ, τὸ τοῦ πυρός, διότι κατὰ δύο καὶ οὗτοι κοινωνοῦσι τοῖς πρὸ αὐτῶν, τὸν τρία καὶ ἕξ, ἄκρους μὲν ὄντας ἐν ἐκείνη, μείζους δὲ ὁρους ἐν ταύτῃ, καὶ διότι μέντοι καὶ τὸ στοιχεῖον τοῦ πυρὸς ἕξ μὲν ἔχει πλευράς, δὶς δὲ τὴν τετράδα, γωνιακῶς καὶ ἐπιπέδως, τρίγωνον δὲ βάσιν. εἰκότως οὖν τῆς μὲν γῆς εἶναι τὸν ἑπτά, τοῦ δὲ ὕδατος τὸν ἑννέα, τοῦ δὲ ἀέρος τὸν τρισκαίδεκα, τοῦ δὲ πυρὸς τὸν ἕνδεκα, ληφθέντων τῶν λόγων ἐν ἀριθμοῖς τοῖς ὁηθεῖσιν, ἐξ ὧν οὗτοι γεγόνασιν· ἐκ μὲν γὰρ τοῦ ἕν, δύο, τέσσαρά ἐστιν ὁ ἑπτά, ἐκ δὲ τοῦ δύο, τρία, τέσσαρα ὁ ἑννέα, ἐκ δὲ τοῦ τρία, τέσσαρα, ἕξ ὁ τρισκαίδεκα, ἐκ δὲ τοῦ δύο, τρία, ἕξ ὁ ἕνδεκα, ἑκάστου δύο κοινωνοὺς ὁρους ἔχοντος πρὸς τὸν ἑγγύς, ὡς καὶ τὰ στοιχεῖα δύο πλευράς. τούτων δὲ συντεθέντων ὁ τριπλάσιος ἀποτελεῖται στίχος, καὶ τῶν μὲν μέσων τῶν θάτερου μειζόνων ἐλασσόνων

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
