# In Platonis Timaeum Commentaria 2.228.1-30

Proclus, In Platonis Timaeum Commentaria, 2.228.1 to 2.228.30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.228.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.228.1

ἐποιεῖτο καὶ ἐπιστροφὴν. τριπλῇ οὖν ἡ πρόοδος καὶ ἐπι- στροφὴ, ἡ μὲν ἄσχημάτιστος, ἡ δὲ ἐσχηματισμένη πρῶτως, ἡ δὲ ἐσχηματισμένη δευτέρως, πάντα δὲ ὡς ἐν ἀριθμοῖς. Ἐπὶ δὲ τούτοις κατὰ τὸ ἓν αὐτῇ πλήθος μετιώμεν τὴν θεω- ρίαν καὶ λέγωμεν, ὅτι λόγοι λόγων εἰσὶν ἐν αὐτῇ περιληπτι- κοί, καὶ οἱ μὲν τὸν τῶν ὅλων, οἱ δὲ τὸν τῶν μερῶν τρό- πον ἐν αὐτῇ διήρηνται, καὶ οἱ μὲν εἰσὶν ὀλικοί, οἱ δὲ γενικοί, οἱ δὲ εἰδικοί, οἱ δὲ μερικοί· ὀλικοὶ μὲν, ὡς οἱ τῶν μεσοτήτων, γενικοὶ δὲ οἱ τῶν ἐν διπλασίοις ἢ τριπλασίοις, εἰδικοὶ δὲ οἱ ὑπὸ τούτους (πολλαχῶς γὰρ ἑκάτεροι), μερικοὶ δὲ οἱ τῶν ἐπογδόων καὶ λειμμάτων, εἰς οὓς ὡς μέρη διαι- ροῦνται οἱ ἡμιόλιοι καὶ ἐπίτριτοι λόγοι πάντες. καὶ ὅτι τὴν μὲν μίαν ἕνωσιν τῶν λόγων συνέχει διὰ τῆς οὐσιώδους μονάδος, τὴν δὲ διαίρεσιν τῶν λόγων διὰ τῆς δυοειδοῦς προόδου, τὰς δὲ περιοχὰς τῶν λόγων διὰ τῶν πολλαπλασίων· οὗτοι γὰρ περιεκτικοὶ τῶν ἐπιμορίων εἰσὶ καὶ ἔχουσιν ὀλι- κωτέραν αὐτῶν οὐσίαν, ὥσπερ καὶ οὗτοι τοὺς ἐπογδόους περιειλήφασι καὶ τὰ λείμματα, τοὺς μὲν εἰδῶν ἑπέχοντας λόγον, τὰ δὲ ἐν τάξει μορίων ἀφωρισμένα. ἐπεὶ καὶ τὸ τὴν γεωμετρικὴν μόνην ἀναλογίαν οὖσαν περιληπτικὴν ποιεῖν τῶν ἄλλων δύο μεσοτήτων πρῶτον μὲν ὅλην τὴν οὐσίαν τῆς ψυχῆς οἷον γεωμετρίαν ποιεῖ δημιουργικήν· καὶ γὰρ ἄλλαχοῦ [leg. VI 757B] Διὸς κρίσιν ταύτην τὴν ἀνα- λογίαν προσείρηκεν. ἔπειτα δείκνυσιν, ὅτι καὶ αἱ δύο μεσό- τητες αὗται μετὰ μὲν ἐκείνης ὁρῶμεναι καὶ ἐν ἐκείνῃ περι- εχόμεναι κατὰ δίκην τὰ ὅλα διατάττουσιν, ἀφιστάμεναι δὲ ἐκείνης πλημμελείας εἰσὶν αἰτίαι καὶ πλεονεξίας· ἡ γὰρ τοῖς ἀνίσοις ἴσον νέμουσα πάντως ἄδικος καὶ ἡ τὰ ἐναντία συν- άπτουσα ἀλλήλοις χωρὶς τινος γεωμετρικῆς ἀντανισώσεως. διόπερ ἡ τε ἁρμονικὴ προσδεῖται τῆς ἀναλογίας, ἵνα ἐμμελῶς τὰ ἐναντία συνάγῃ, καθάπερ αὐτὸς πεποίηκε [Tim. 31BC] τὸ πῦρ καὶ τὴν γῆν ἁρμόσας διὰ τῶν δύο στοιχείων, καὶ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
