# In Platonis Timaeum Commentaria 2.228.33

Proclus, In Platonis Timaeum Commentaria, 2.228.33. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.228.33
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.228.33

2s πρῶτως τὲ καὶ δευτέρως om cett Q 4 δὴ MP 5 λό- M (sscr. η) 32 συστοιχείων M ἡ ἀριθμητικὴ μετὰ ταύτης ἐνεργοῦσα κατορθοῖ· τὸ γὰρ ἄνισον ἐν τοῖς ἀνίσοις ἴσον ἐστί. τοῖς γοῦν ἀνίσοις τὰ ἴσα νέμουσα καὶ τὸ ἴδιωμα φυλάττει τὸ ἑαυτῆς καὶ τὸ κατ’ ἀξίαν ἐπιδείκνυσιν, ὃ δὴ τῆς γεωμετρικῆς ἐξαιρέτον ἦν. ἔτι δὴ οὖν λέγωμεν, ὅτι μιμεῖται τὰς πρώτας ἀρχὰς ἡ ψυχή, διὰ μὲν τῆς μιᾶς μοίρας τὴν μίαν τῶν ὅλων αἰτίαν, διὰ δὲ τῆς διπλῆς προόδου τὰς μετὰ τὸ ἓν δυοειδεῖς ἀρχάς, διὰ δὲ τῶν ἀρτίων καὶ τῶν περιττῶν τὸ τε ἄρρεν καὶ τὸ θῆλυ τῶν θεῶν, διὰ δὲ τῆς τριαδικῆς καθ’ ἑκάτερον διαιρέσεως τὰς τε νοητὰς καὶ νοερὰς τριάδας, διὰ δὲ τῆς ἑβδομάδος τῶν ὅρων τὴν ἐνιαίαν ἑβδομάδα. καὶ τῇ μὲν μιᾷ μοίρᾳ θεὸν ἀποτελεῖ [34B] τὸν κόσμον, τῇ δὲ δυαδικῇ πλήθος ἐν αὐτῷ καὶ ποικιλίαν ἐπιδείκνυσιν, τῇ δὲ τῶν περιττῶν καὶ ἀρτίων διαιρέσει τὸ τε ἄρρεν καὶ τὸ θῆλυ διαιρεῖ πᾶν ἀπὸ τῶν θεῶν αὐτῶν μέχρι τῶν φυτῶν, κατὰ μὲν δυάδα καὶ τριάδα τὸ ἐν θεοῖς, κατὰ δὲ τετράδα καὶ ἐννεάδα τὸ ἐν τοῖς κρείττοσιν ἡμῶν γένεσιν, κατὰ δὲ τοὺς κύβους καὶ μέχρις αὐτῶν προϊοῦσα τῶν χερσαίων καὶ χθονίων εἴδων τῆς ζωῆς, τῇ δὲ ἑπτάδι τῶν ὅρων πάντα συνέχουσα καὶ φρουροῦσα καὶ προνοίας ἀξιοῦσα νοερᾶς, μονίμως τε καὶ ἀκλινῶς τὰ ὅλα διατάττουσα δεόντως καὶ τούτων τὰ μέρη καὶ τὰ τῶν μερῶν μέρη κοσμοῦσα, καὶ εἴ τι τῶν ἐσχάτων ἐστὶν ἄλογον καθ’ ἑαυτὸ καὶ οἷον λείμμα τῆς τοῦ κόσμου δημιουργίας. κατὰ δὴ ταύτας τὰς ἐπιβολὰς καὶ τὰ δόγματα τοῦ Πλάτωνος ἀφερμηνεύειν ἕκαστα δυνήσομεθα, καὶ πρὸς ταύτας βλέποντες πολλὰ τῶν ἀπόρων διαλύσομεν. Φέρ’ οὖν ἀπ’ ἀρχῆς ἕκαστα τῶν λεγομένων ἐπὶ ταύτας ἀνενέγκωμεν τὰς τοῦ καθηγεμόνος ἡμῶν ὑφηγήσεις. πρῶτον μὲν οὖν τὸ μὴ τὸν δημιουργὸν τὰς μοῖρας ἐντιθέναι λέγειν εἰς τὴν ψυχήν, ἀλλ’ ἀφαιρεῖν ὡς οὔσας ἤδη καὶ ἀφαιροῦντα συμπληροῦν πάλιν ἀπ’ αὐτῶν τὴν οὐσίαν αὐτῆς ἐπιδείκνυσιν ἡμῖν, ὡς ἄρα οὐκ ἔστι τὸ κρᾶμα τοῦτο οἷον ὑποκείμενον τῆς ψυχῆς, οὔδ’ ὡς

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
