# In Platonis Timaeum Commentaria 2.231.1

Proclus, In Platonis Timaeum Commentaria, 2.231.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.231.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.231.1

μὲν πρόοδος τῆς ψυχῆς ἀπὸ τῆς γονίμου γέγονεν αἰτίας, ἡ δὲ ἐπιστροφὴ πρὸς ἀμφοτέρας, ἡμιολίως μὲν πρὸς τὴν ὑπὲρ αὐτῆς, τριπλασίως δὲ πρὸς τὴν ἐπέκεινα καὶ ταύτης· προσῆκει γὰρ τὸ ἐπιστρεπτικὸν εἶδος τὸ τε ὅλον ἐπιδιώκειν καὶ τὴν διαίρεσιν ἐλαττοῦν, ὅ δὴ παρέχεται τὸ ἡμιόλιον· τοῦ γὰρ διπλασίου κατὰ πᾶν ἑαυτὸ τῇ δυάδι κεκρατημένου τὸ ἡμιόλιόν ἐστι μὲν ἀνὰ λόγον ἐκείνῳ, τὸν δὲ τῆς ὑφέσεως λόγον ἐλαττοῖ. ἔτι δὲ τὸ τριπλάσιον ὅτι μὲν τὴν τρίτην ἀπόστασιν ἐν τῷ ἐπιστρέφοντι δείκνυσιν ἀπὸ τοῦ μείναντος, ἐμφανές· πρόσθεσι δὲ καὶ τὸ τὴν τριάδα πρῶτον ἀριθμὸν οὖσαν καὶ πρῶτως ὅλον ἀρχὴν καὶ μέσα καὶ τελευταὴν ἔχον ὁμοιοῦσθαι πρὸς τὴν μονάδα τὴν ἐνιαίως ἅπαν περιέχουσαν τὸ πλήθος. διὰ μὲν οὖν τούτων τὸ ὑποκείμενον τῆς ψυχῆς ἐκ τριῶν ὅλον ὑποστὰν ἔδειξε πάλιν τριφυές· διεῖλε γὰρ αὐτὸ τῷ μένοντι, τῷ προϊόντι, τῷ ἐπιστρέφοντι κατὰ τὴν τῶν θείων γενῶν διαίρεσιν· καὶ γὰρ ἐν ἐκείνοις τριπλᾶ ἦν γένη, τὸ μὲν μένον, τὸ δὲ προϊόν, τὸ δὲ ἐπιστρέφον, τὸ μὲν ταυτότητος καὶ μονίμου δυνάμεως καὶ οὐσίας αἴτιον, τὸ δὲ γεννητικὸν καὶ προόδων καὶ πολλαπλασιασμῶν ἔξαρχον, τὸ δὲ τελεσιουργὸν καὶ ἀναγωγὸν ἐπὶ τὰ πρῶτα τῶν δευτέρων. διὰ δὲ τῶν ἐφεξῆς δείκνυσι καὶ ὅπως τὰ δεύτερα κοσμεῖ κατ’ αὐτὴν τὴν οὐσίαν ἑαυτῆς· πρὶν γὰρ αὐτῇ δῶ δυνάμεις ἢ ἐνεργείας, τοὺς λόγους τούτους ἐν αὐτῇ δείκνυσιν ὄντας, ἀφ’ ὧν καὶ δι’ ὧν κατευθύνει τὰ τε πρῶτως αὐτῆς μετέχοντα καὶ ὅσα κατὰ δευτέραν ἀπ’ αὐτῆς ἀπόστασιν κοσμεῖται παρ’ αὐτῆς, αὐτῆς μὲν ὅλης μονάδος λόγον ἔχουσης, ἐκείνων δὲ καὶ τὰς προόδους αὐτῆς καὶ τὰς ἐπιστροφὰς μιμουμένων· αὐτὴ γὰρ πρὸ ἐκείνων προῆλθε μὲν δυαδικῶς, ἐπεστράφη δὲ τριαδικῶς, καὶ τὸ μὲν προελθὸν αὐτῆς ἀπὸ τοῦ μένοντος διεκρίθη πᾶν· διπλασίως γάρ· τὸ δὲ ἐπιστραφὲν ἐξ ἡμισεῖας· ἴδιον γὰρ προόδου μὲν ἡ διάκρισις, ἐπιστροφῆς δὲ ἡ ταυτότης καὶ ἡ ὁμοιότης· τὸ γὰρ ἐπιστραφὲν γέγονεν οἷον τὸ μεῖναν, ἀντὶ μὲν ἑνὸς πᾶν γενόμενον, ἀντὶ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
