# In Platonis Timaeum Commentaria 2.234.1

Proclus, In Platonis Timaeum Commentaria, 2.234.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.234.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.234.1

καὶ ὁμοιομερῆς καὶ οἷον ὁμόχρους, νοερὰ πᾶσα καὶ λόγος οὐσα νοερὸς, δηλοῖ δήπουθεν ὁ Πλάτων ἀπὸ τοῦ αὐτοῦ κράματος τὰ τε ὅλα ἐν αὐτῇ καὶ τὰ μέρη ποιῶν· αἱ γὰρ ἀποτεμνόμεναι μοῖραι οὐσίαι τινὲς εἰσιν ἐν αὐτῇ διηρημέναι. ὅτι δὲ καὶ ἀξία τίς ἐστι πρώτων τε καὶ μέσων καὶ τελευταιῶν εἴδων, καὶ τοῦτο δείκνυσι τὸ ἔτι προσθεῖς· ἐφ’ ᾧν γὰρ ἀμυδρότερον τὸ αὐτὸ εἶδος ὁρῶμεν, ἐπὶ τούτων τὸ ‘ἔτι’ τάττομεν, ὥσπερ ὅταν λέγωμεν ἔτι τὴν σελήνην εἶναι τῆς οὐρανίας συστάσεως, ὁρῶντες μὲν τινα περὶ αὐτὴν ἐξαλλαγὴν, ὁρῶντες δὲ καὶ τὴν ὁμοιότητα τὴν πρὸς τὰ θεῖα σώματα καὶ ἐν αὐτῇ σφζομένην. ἵν’ οὖν μὴ τὴν αὐτὴν ἀξίαν καὶ ἡμεῖς οἴηθῶμεν εἶναι πάντων τῶν ἐν τῇ ψυχῇ λόγων, τὸ ἔτι προσέθηκε, τοῦτο, ὅπερ εἴπομεν, ἐνδεικνύμενος· ὅσω γὰρ ἐπὶ τὰ ἔντος χωροῦμεν καὶ τὰ μέσα τῶν μέσων διερευνώμεθα, τοσοῦτω μερικωτέροις ἐντυγχάνομεν εἴδεσι· τὰ γὰρ περιεχόμενα μερικώτερα τῶν περιεχόντων ἐστὶ καὶ τὰ περιέχοντα θειότερα τῶν περιεχομένων, ὅ καὶ ὁ κόσμος μιμούμενος περὶ μὲν τὴν γένεσιν ἔχει τὸ θεῖον σῶμα, περὶ δὲ τὸ σῶμα ὅλως τὴν ψυχήν. πάντ’ οὖν ταῦτα τὰ προειρημένα τμήματα τῆς ψυχῆς, τὰ τε γεννητικὰ — ταῦτα γὰρ ἐστὶ τὰ διπλάσια — καὶ τελειουργὰ — ταῦτα γὰρ τὰ τριπλάσια — περιεκτικὰ λόγων ἐστὶ μερικωτέρων, δι’ ὧν τὰ μέρη κοσμεῖται τοῦ παντὸς μέχρι καὶ τῶν ἐσχάτων. ἃ δὴ καὶ ὁ Πλάτων ἐξῆς παραδίδωσιν.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
