# In Platonis Timaeum Commentaria 2.238.1-2

Proclus, In Platonis Timaeum Commentaria, 2.238.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.238.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.238.1-2

ψυχικῶν λόγος πρὸς τὰ δαιμόνια ζῷα τὸν τοῦ λείμματος ἐπέχει λόγον καὶ ἐπιμερῆς ὧν καὶ μέρεσι τοῖς δέκα καὶ τρισὶν οἰκείος· καὶ γὰρ ταῦτα μίαν οὐκ ἔχει ζωήν, ἀνιόντα καὶ κατιόντα καὶ μεριστῶς ἀπολαύνοντα τῶν πρὸ αὐτῶν καὶ ἀνωμάλως· καὶ τοῦ δώδεκα ἀριθμοῦ θεοῖς ἀνειμένου καὶ τοῖς κρείττοσιν ἡμῶν ὁ τρισκαίδεκα τούτοις ἐμπρέπει τοῖς τὸν τῶν θεῶν ἀριθμὸν ἐκβεβηκόσιν. εἰ δὲ καὶ αὐτῶν τῶν ψυχικῶν ζῴων τὰ μὲν εἴη ψυχῶν ἀχράντων, ὡς Πλάτων εἴωθεν ἡρώων καλεῖν, τὰ δὲ τῶν πολλῶν ψυχῶν, καὶ εἴη ἂν καὶ ἡ διὰ πέντε καθ’ ἑκάστην σφαῖραν, καὶ τὰ μὲν ἡρωϊκὰ φυλάττοι ἂν καὶ αὐτὰ πρὸς τὰ δαιμόνια τὸν ἐπόγδοον διὰ τὸ ἀχράντον τῆς ζωῆς εἶδος, τὰ δὲ τῶν πολλῶν ἔχοι ἂν πρὸς ἐκεῖνα τὸν τοῦ λείμματος λόγον, ὥστε καθ’ ἑκάστην εἶναι σφαῖραν καὶ ἐπιtritous λόγους καὶ ἡμιολίους καὶ ἐπογδόους. μᾶλλον δὲ ὡδὶ· διήρηται μὲν τὸ πᾶν κατὰ τὰς τέσσαρας ἰδέας τοῦ παραδείγματος τετραχῇ, καθ’ ἑκάστην δὲ μοῖραν τῶν τεσσάρων τὰ πάντα ἐστὶ ζῷα, τὰ θεῖα, τὰ δαιμόνια, τὰ ἡρωϊκά, τὰ τῶν ἀνθρωπίνων ψυχῶν, συντεταγμένων ἐναρμονίως ἀλλήλοις καὶ πρὸς τὴν οἰκεῖαν ὁλότητα, τὸν οὐρανόν, [τὸν ἄερα, τὸ ὕδωρ] <μετὰ> τῆς ὁλότητος τὴν διὰ πέντε ποιοῦσα, ἄνευ δὲ ταύτης τὴν διὰ τεσσάρων ἐν τοῖς τέτρασιν εἴδεσι τῶν ζῴων, ὡς Πλάτων διεῖλεν αὐτὸς τὸ τε πᾶν καὶ τὰ εἴδη τὰ παντοῖα τῶν ζῴων. λόγους ἄρα λόγων περιεκτικοὺς κατὰ μίαν ἁρμονίαν συμπεπληρωμένους καὶ διὰ τούτων ὁ Πλάτων ἡμῖν παραδίδωσιν, ὧν ἡ ψυχὴ πλήρης οὖσα καὶ τόνδε τὸν ἐμφανῆ κόσμον ἀποπληροῖ, πάντα ῥητὰ καὶ προσἥγορα ἀλλήλοις ἀποφαίνουσα [rep. VIII 546 C].

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
